previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] καὶ ἀγαπητὸν εἰ μόνον τὸ αἰσχρὸν προσῆν τῷ [p. 454] πράγματι, δοῦλον ἀντ᾽ ἐλευθέρου δοκεῖν, οἱ δὲ πόνοι μὴ κατὰ τοὺς πάνυ τούτους οἰκέτας. ἀλλ᾽ ὅρα εἰ μετριώτερά σοι προστέτακται τῶν Δρόμωνι καὶ Τιβείῳ προστεταγμένων. ὧν μὲν γὰρ ἕνεκα, τῶν μαθημάτων ἐπιθυμεῖν φήσας, παρείληφέ σε, ὀλίγον αὐτῷ μέλει. ‘τί γὰρ κοινόν,’ φασί, ‘λύρᾳ καὶ ὄνῳ;’ πάνυ γοῦν, — οὐχ ὁρᾷς; — ἐκτετήκασι τῷ πόθῳ τῆς Ὁμήρου σοφίας τῆς Δημοσθένους δεινότητος τῆς Πλάτωνος μεγαλοφροσύνης, ὧν ἤν τις ἐκ τῆς ψυχῆς ἀφέλῃ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὰς περὶ τούτων φροντίδας, τὸ καταλειπόμενόν ἐστι τῦφος καὶ μαλακία καὶ ἡδυπάθεια καὶ ἀσέλγεια, καὶ ὕβρις καὶ ἀπαιδευσία. δεῖται δή σου ἐπ᾽ ἐκεῖνα μὲν οὐδαμῶς, ἐπεὶ δὲ πώγωνα ἔχεις βαθὺν καὶ σεμνός τις εἶ τὴν πρόσοψιν καὶ ἱμάτιον Ἑλληνικὸν εὐσταλῶς περιβέβλησαι καὶ πάντες ἴσασί σε γραμματικὸν ῥήτορα φιλόσοφον, καλὸν αὐτῷ δοκεῖ ἀναμεμῖχθαι καὶ τοιοῦτόν τινα τοῖς προϊοῦσι καὶ προπομπεύουσιν αὐτοῦ: δόξει γὰρ ἐκ τούτου καὶ φιλομαθὴς τῶν Ἑλληνικῶν μαθημάτων καὶ ὅλως περὶ παιδείαν φιλόκαλος. ὥστε κινδυνεύεις, γενναῖε, ἀντὶ τῶν θαυμαστῶν λόγων τὸν πώγωνα καὶ τὸν τρίβωνα μεμισθωκέναι. χρὴ οὖν σε ἀεὶ σὺν αὐτῷ ὁρᾶσθαι καὶ μηδέποτε ἀπολείπεσθαι, ἀλλὰ ἕωθεν ἐξαναστάντα, παρέχειν σεαυτὸν ὀφθησόμενον ἐν τῇ θεραπείᾳ καὶ μὴ λιπεῖν τὴν τάξιν. δὲ ἐπιβάλλων ἐνίοτέ σοι τὴν χεῖρα, τι ἂν τύχῃ ληρεῖ, τοῖς ἐντυγχάνουσιν [p. 456] ἐπιδεικνύμενος ὡς οὐδὲ ὁδῷ βαδίζων ἀμελής ἐστι τῶν Μουσῶν, ἀλλ᾽ εἰς καλὸν τὴν ἐν τῷ περιπάτῳ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: