previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[56] εἶτα δή μου ἐκπλεῖν προαιρουμένου ξένια καὶ δῶρα πολλὰ πέμψαςμόνος δὲ σὺν τῷ Ξενοφῶντι ἔτυχον ἐπιδημῶν, τὸν πατέρα καὶ τοὺς ἐμοὺς εἰς Ἄμαστριν προεκπεπομφώςὑπισχνεῖται καὶ πλοῖον αὐτὸς παρέξειν καὶ ἐρέτας τοὺς ἀπάξοντας. κἀγὼ μὲν ᾤμην ἁπλοῦν τι τοῦτο εἶναι καὶ δεξιὸν ἐπεὶ δὲ κατὰ μέσον τὸν πόρον ἐγενόμην, δακρύοντα ὁρῶν τὸν κυβερνήτην καὶ τοῖς ναύταις τι ἀντιλέγοντα οὐκ ἀγαθὰς εἶχον περὶ τῶν μελλόντων ἐλπίδας. ἦν δὲ αὐτοῖς ἐπεσταλμένον ὑπὸ τοῦ Ἀλεξάνδρου ἀραμένους ῥῖψαι ἡμᾶς εἰς τὴν θάλασσαν ὅπερ εἰ ἐγένετο, ῥᾳδίως ἂν αὐτῷ διεπεπολέμητο τὰ πρὸς ἐμέ. ἀλλὰ δακρύων ἐκεῖνος ἔπεισεν καὶ τοὺς συνναύτας μηδὲν ἡμᾶς δεινὸν ἐργάσασθαι, καὶ πρὸς ἐμὲ ἔφη, ‘ἔτη ἑξήκοντα, ὡς ὁρᾷς, ἀνεπίληπτον βίον καὶ ὅσιον προβεβηκὼς οὐκ ἂν βουλοίμην, ἐν τούτῳ τῆς ἡλικίας καὶ γυναῖκα καὶ τέκνα ἔχων, μιᾶναι φόνῳ [p. 248] τὰς χεῖρας,’ δηλῶν ἐφ᾽ ὅπερ ἡμᾶς ἀνειλήφει, καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: