previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[27] τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις, ἐν Συρίᾳ μὲν Ῥοδοδάφνη κληθείς, ἐφ᾽ δέ, νὴ τὴν Ἀθηνᾶν, αἰσχύνομαι διηγεῖσθαι, ὥστε τό γε ἐπ᾽ ἐμοὶ ἀσαφὲς ἔτι ἔστω: ἐν Παλαιστίνῃ δὲ Φραγμός, ἐς τὰς ἀκάνθας τοῦ πώγωνος, οἶμαι, ὅτι ἔνυττε μεταξύ: ἔτι γὰρ ἔξυρες αὐτόν ἐν Αἰγύπτῳ δὲ Συνάγχη, πρόδηλον τοῦτο: μικροῦ γοῦν φασιν ἀποπνιγῆναί σε ναύτῃ τινὶ τῶν τριαρμένων ἐντυχόντα, ὃς ἐμπεσὼν ἀπέφραξέ σοι τὸ στόμα. Ἀθηναῖοι μὲν γὰρ βέλτιστοι αἰνιγματῶδες οὐδέν, ἀλλὰ γράμματος ἑνὸς προσθήκῃ τιμήσαντές σε Ἀτίμαρχον ὠνόμαζον: ἔδει γὰρ κἀκείνου τι περιττότερον προσεῖναί σοι, ἐν Ἰταλίᾳ δέ, βαβαί, [p. 406] ἡρωϊκὸν ἐκεῖνο ἐπεκλήθης, Κύκλωψ, ἐπειδή ποτε καὶ πρὸς ἀρχαίαν διασκευὴν παρ᾽ αὐτὰ τὰ τοῦ Ὁμήρου ῥαψῳδῆσαι καὶ σὺ τὴν αἰσχρουργίαν ἐπεθύμησας. καὶ αὐτὸς μὲν ἔκεισο μεθύων ἤδη, κισσύβιον ἔχων ἐν τῇ χειρί, βινητιῶν Πολύφημος, νεανίας δὲ ὑπόμισθος ὀρθὸν ἔχων τὸν μοχλὸν εὖ μάλα ἠκονημένον ἐπὶ σὲ Ὀδυσσεύς τις ἐπῄει ὡς ἐκκόψων τὸν ὀφθαλμόν κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ᾽ ἔγχος, αἰχμὴ δ᾽ ἐξεσύθη ^ παρὰ νείατον ἀνθερεῶνα. καὶ γὰρ οὐδὲν ἄτοπον ὑπὲρ σοῦ λέγοντα ψυχρολογεῖν.᾿ σὺ δὲ Κύκλωψ, ἀναπετάσας τὸ στόμα καὶ ὡς ἔνι πλατύτατον κεχηνώς, ἠνείχου τυφλούμενος ὑπ᾽ αὐτοῦ τὴν γνάθον, μᾶλλον δὲ ὥσπερ Χάρυβδις αὐτοῖς ναύταις καὶ πηδαλίοις καὶ ἱστίοις ὅλον ζητῶν καταπιεῖν τὸν Οὖτιν. καὶ ταῦτα ἑώρων καὶ ἄλλοι παρόντες. εἶτά σοι ἐς τὴν ὑστεραίαν μία ἦν ἀπολογία μέθη καὶ ἐς τὸν ἄκρατον ἀνέφευγες.^

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: