[7] ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ᾽ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὢν Ἀναξαγόρου τοῦ φυσικοῦ: ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως,
ὡς οὐρανός τε γαῖά τ᾽ ἦν μορφὴ μία:
ἐπεὶ δ᾽ ἐχωρίσθησαν ἀλλήλων δίχα,
τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος,
δένδρη, πετηνά, θῆρας, οὕς θ᾽ ἅλμη τρέφει,
γένος τε θνητῶν.