This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[127]
ἐνθυμεῖσθε τοίνυν, ὦ ἄνδρες, τῆς
προνοίας ταύτης καὶ τῶν ἔργων ἀξίως, καὶ μὴ ἐπιλανθάνεσθε ἐν τῇ ψήφῳ
οἵων ἀνδρῶν ἔκγονοί ἐστε, ἀλλὰ παρακελεύεσθε ὑμῖν αὐτοῖς, ὅπως ὅμοια
ἐκείνοις καὶ ἀκόλουθα ἐν τῇ τήμερον ἡμέρᾳ ἐψηφισμένοι ἐκ τοῦ δικαστηρίου
ἐξίητε. ὑπομνήματα δ᾽ ἔχετε καὶ παραδείγματα τῆς ἐκείνων τιμωρίας τὰ ἐν
τοῖς περὶ τῶν ἀδικούντων ψηφίσμασιν ὡρισμένα: διομωμόκατε δ᾽ ἐν τῷ ψηφίσματι
τῷ Δημοφάντου κτενεῖν1 τὸν τὴν
πατρίδα προδιδόντα καὶ λόγῳ καὶ ἔργῳ καὶ χειρὶ καὶ ψήφῳ. μὴ γὰρ οἴεσθε
τῶν μὲν οὐσιῶν, ἃς ἄν οἱ πρόγονοι καταλίπωσι, κληρονόμοι εἶναι, τῶν δ᾽
ὅρκων καὶ τῆς πίστεως, ἣν δόντες οἱ πατέρες ὑμῶν ὅμηρον τοῖς θεοῖς τῆς
κοινῆς εὐδαιμονίας τῆς πόλεως μετεῖχον, ταύτης δὲ μὴ κληρονομεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.