[312δ]
εἴ τις ἔροιτο ἡμᾶς, ‘τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπιστήμονες,’ εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργασίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως. εἰ δέ τις ἐκεῖνο ἔροιτο, ‘ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν;’ τί ἂν ἀποκρινοίμεθα αὐτῷ; ποίας ἐργασίας ἐπιστάτης;τί ἂν εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι δεινὸν λέγειν;ἴσως ἄν, ἦν δ᾽ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ μέντοι ἱκανῶς γε: ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν: ὥσπερ ὁ κιθαριστὴς
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.