previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[40] καί σε οὐκ ἄν τις ἄλλος δέξαιτο ἔξωρον ἤδη γεγονότα καὶ τοῖς γεγηρακόσιν ἵπποις ἐοικότα, ὧν οὐδὲ τὸ δέρμα ὁμοίως χρήσιμον. ἄλλως τε καὶ ἐκ τοῦ ἀπωσθῆναι διαβολὴ πρὸς τὸ μεῖζον εἰκαζομένη μοιχὸν φαρμακέα σε τι τοιοῦτον ἄλλο δοκεῖν ποιεῖ: μὲν γὰρ κατήγορος καὶ σιωπῶν ἀξιόπιστος, σὺ δὲ Ἕλλην καὶ ῥᾴδιος τὸν τρόπον καὶ πρὸς πᾶσαν ἀδικίαν εὔκολος. τοιούτους γὰρ ἅπαντας ἡμᾶς εἶναι οἴονται, καὶ μάλα εἰκότως: δοκῶ γάρ μοι καὶ τῆς τοιαύτης δόξης αὐτῶν, ἣν ἔχουσι περὶ ἡμῶν, κατανενοηκέναι τὴν αἰτίαν, πολλοὶ γὰρ εἰς τὰς οἰκίας παρελθόντες ὑπὲρ τοῦ μηδὲν ἄλλο χρήσιμον εἰδέναι μαντείας ^ καὶ φαρμακείας ὑπέσχοντο καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς, καὶ ταῦτα πεπαιδεῦσθαι λέγοντες καὶ τρίβωνας ἀμπεχόμενοι καὶ πώγωνας οὐκ εὐκαταφρονήτους καθειμένοι. εἰκότως οὖν τὴν ὁμοίαν περὶ πάντων ὑπόνοιαν ἔχουσιν, οὓς;ἀρίστους ᾤοντο τοιούτους ὁρῶντες, καὶ μάλιστα ἐπιτηροῦντες ἀντῶν τὴν ἐν τοῖς δείπνοις καὶ τῇ ἄλλῃ συνουσίᾳ κολακείαν καὶ τὴν πρὸς τὸ κέρδος δουλοπρέπειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: