previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. μηδὲν ἄνευ δόσεώς τινος ἔχειν δοκῶσιν: ἤδη δὲ καὶ ἕτερόν τι, μηδενὶ τῶν πάλαι Ῥωμαίων ἐς πάντα ἄντικρυς ἐδόθη, προσεκτήσαντο, ὑφ᾽ οὗπερ καὶ μόνου καὶ ἐκεῖνα ἂν καὶ τἆλλα αὐτοῖς πράττειν ἐξῆν. λέλυνται γὰρ δὴ τῶν νόμων, ὡς αὐτὰ τὰ Λατῖνα ῥήματα λέγει: τοῦτ᾽ ἔστιν ἐλεύθεροι ἀπὸ πάσης ἀναγκαίας νομίσεώς εἰσι καὶ οὐδενὶ [2] τῶν γεγραμμένων ἐνέχονται. καὶ οὕτως ἐκ τούτων τῶν δημοκρατικῶν ὀνομάτων πᾶσαν τὴν τῆς πολιτείας ἰσχὺν περιβέβληνται ὥστε καὶ τὰ τῶν βασιλέων, πλὴν τοῦ φορτικοῦ τῆς προσηγορίας αὐτῶν, ἔχειν. γὰρ δὴ τοῦ Καίσαρος τε τοῦ Αὐγούστου πρόσρησις δύναμιν μὲν οὐδεμίαν αὐτοῖς οἰκείαν προστίθησι, δηλοῖ δ᾽ ἄλλως τὸ μὲν τὴν τοῦ γένους σφῶν διαδοχήν, τὸ δὲ τὴν [3] τοῦ ἀξιώματος λαμπρότητα. καὶ γε τοῦ πατρὸς ἐπωνυμία τάχα μὲν καὶ ἐξουσίαν τινὰ αὐτοῖς, ἥν ποτε οἱ πατέρες ἐπὶ τοὺς παῖδας ἔσχον, κατὰ πάντων ἡμῶν δίδωσιν, οὐ μέντοι καὶ ἐπὶ τοῦτο ἀρχὴν ἐγένετο ἀλλ᾽ ἔς τε τιμὴν καὶ ἐς παραίνεσιν, ἵν᾽ αὐτοί τε τοὺς ἀρχομένους ὡς καὶ [p. 242] παῖδας ἀγαπῷεν καὶ ἐκεῖνοί σφας ὡς καὶ πατέρας αἰδῶνται. [4] τοσαῦταί τε καὶ τοιαῦται αἱ προσηγορίαι εἰσὶν αἷς οἱ τὸ κράτος ἔχοντες κατά τε τοὺς νόμους καὶ κατὰ τὸ ἤδη πάτριον νομίζουσι. καὶ νῦν μὲν πᾶσαι ἅμα αὐτοῖς ὡς τὸ πολύ, πλὴν τῆς τῶν τιμητῶν, δίδονται, τοῖς δὲ δὴ πάλαι κατὰ χρόνους [5] ὡς ἕκασται ἐψηφίζοντο. τὴν γὰρ δὴ τιμητείαν ἔλαβον μέν τινες καὶ τῶν αὐτοκρατόρων κατὰ τὸ ἀρχαῖον, ἔλαβε δὲ καὶ Δομιτιανὸς 1 διὰ βίου: οὐ μέντοι καὶ νῦν ἔτι τοῦτο γίγνεται: τὸ γὰρ ἔργον αὐτῆς ἔχοντες οὔτε αἱροῦνται ἐπ᾽ αὐτήν, οὔτε τῇ προσκλήσει 2 αὐτῆς πλὴν ἐν ταῖς ἀπογραφαῖς χρῶνται.

1 *domitiano\s R. Steph., domhtiano\s *wM.

2 th=| prosklh/sei Bs., th\n pro/sklhsin *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: