previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

69.

μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περσέπολιν προάγων κατὰ τὴν ὁδὸν ἐπιστολὴν ἐκομίσατο παρὰ τοῦ κυριεύοντος τῆς πόλεως Τιριδάτου. ἐν ταύτῃ δ᾽ ἦν γεγραμμένον ὅτι ἐὰν παραγενόμενος φθάσῃ τοὺς ἐπιβαλλομένους διατηρῆσαι Δαρείῳ τὴν Περσέπολιν, κύριος ἔσται ταύτης ὑπ᾽ αὐτοῦ παραδοθείσης. [2] διόπερ Ἀλέξανδρος κατὰ σπουδὴν ἦγε τὴν δύναμιν καὶ τὸν Ἀράξην ποταμὸν ζεύξας διεβίβασε τοὺς στρατιώτας. προάγοντος δὲ τοῦ βασιλέως θέαμα παράδοξον καὶ δεινὸν ὤφθη, μισοπονηρίαν μὲν περιέχον κατὰ τῶν πραξάντων, ἔλεον δὲ καὶ συμπάθειαν ἐπιφέρον πρὸς τοὺς ἀνήκεστα πεπονθότας. [3] ἀπήντησαν γὰρ αὐτῷ μεθ᾽ ἱκετηριῶν Ἕλληνες ὑπὸ τῶν πρότερον βασιλέων ἀνάστατοι γεγονότες, ὀκτακόσιοι μὲν σχεδὸν τὸν ἀριθμὸν ὄντες, ταῖς δ᾽ ἡλικίαις οἱ πλεῖστοι μὲν γεγηρακότες, ἠκρωτηριασμένοι δὲ πάντες, οἱ μὲν χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ ὦτα καὶ ῥῖνας: [4] τῶν δ᾽ ἐπιστήμας τέχνας εἰδότων καὶ ἐν παιδείᾳ προκεκοφότων τὰ μὲν ἄλλα τῶν ἀκρωτηρίων ἀπεκέκοπτο, αὐτὰ δὲ μόνα τὰ συνεργοῦντα πρὸς τὰς ἐπιστήμας ἀπελέλειπτο: ὥστε πάντας ὁρῶντας τὰ τῆς ἡλικίας ἀξιώματα καὶ τὰς περιεχούσας τὰ σώματα συμφορὰς ἐλεεῖν τὰς τύχας τῶν ἀκληρούντων, μάλιστα δὲ αὐτὸν τὸν Ἀλέξανδρον συμπαθῆ γενέσθαι τοῖς ἠτυχηκόσι καὶ μὴ δύνασθαι κατασχεῖν τὰ δάκρυα. [5] ἀναβοησάντων δὲ ἅμα ἁπάντων καὶ τὸν Ἀλέξανδρον ἀξιούντων ἀμῦναι ταῖς ἰδίαις συμφοραῖς μὲν βασιλεὺς προσκαλεσάμενος τοὺς προεστηκότας καὶ τῆς αὑτοῦ μεγαλοψυχίας ἀξίως τιμήσας ἐπηγγείλατο πολλὴν πρόνοιαν ποιήσασθαι τῆς ἐπ᾽ οἶκον ἀνακομιδῆς. [6] οἱ δὲ συνελθόντες καὶ βουλευσάμενοι προέκριναν τὴν αὐτόθι μονὴν τῆς εἰς οἶκον ἀνακομιδῆς. ἀνασωθέντας μὲν γὰρ αὑτοὺς διασπαρήσεσθαι κατ᾽ ὀλίγους καὶ περιόντας ἐν ταῖς πόλεσιν ἐπονείδιστον ἕξειν τὴν ἐκ τῆς τύχης ἐπήρειαν: μετ᾽ ἀλλήλων δὲ βιοῦντας, τὴν ὁμοίαν συμφορὰν ἔχοντας, παραμύθιον ἕξειν τῆς ἰδίας ἀκληρίας τὴν τῶν ἄλλων τῆς ἀκληρίας ὁμοιότητα. [7] διὸ καὶ πάλιν ἐντυχόντες τῷ βασιλεῖ καὶ τὴν ἰδίαν κρίσιν δηλώσαντες ἐδέοντο πρὸς ταύτην τὴν ὑπόστασιν οἰκείαν παρέχεσθαι βοήθειαν. [8] δὲ Ἀλέξανδρος συγκαταθέμενος τοῖς δεδογμένοις τρισχιλίας μὲν ἑκάστῳ δραχμὰς ἐδωρήσατο καὶ στολὰς ἀνδρείας πέντε καὶ γυναικείας ἴσας, ζεύγη δὲ βοϊκὰ δύο καὶ πρόβατα πεντήκοντα καὶ πυρῶν μεδίμνους πεντήκοντα: ἐποίησεν δὲ καὶ ἀτελεῖς αὐτοὺς παντὸς βασιλικοῦ φόρου καὶ τοῖς ἐπιστάταις προσέταξε φροντίζειν ὅπως μηδ᾽ ὑφ᾽ ἑνὸς ἀδικῶνται. [9] Ἀλέξανδρος μὲν οὖν ἀκολούθως τῇ κατ᾽ αὐτὸν ἐπιεικείᾳ τοιαύταις εὐεργεσίαις τὰς τῶν ἠτυχηκότων συμφορὰς διωρθώσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: