previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50.

δὲ περὶ τὸ ἱερὸν τοῦτο χώρα περιέχεται ὑπὸ ἐρήμου καὶ ἀνύδρου τῆς ἀμμώδους, πάσης φιλανθρωπίας ἐστερημένης. αὐτὴ δ᾽ ἐπὶ μῆκος καὶ πλάτος ἐπὶ σταδίους πεντήκοντα παρήκουσα πολλοῖς μὲν καὶ καλοῖς ὕδασι ναματιαίοις διαρρεῖται, δένδρων δὲ παντοδαπῶν καὶ μάλιστα καρπίμων πληθύει: καὶ τὸν μὲν ἀέρα τῇ κράσει παραπλήσιον ἔχει ταῖς ἐαριναῖς ὥραις, τόποισδὲ καυματώδεσι περιεχομένη μόνη παρηλλαγμένην παρέχεται τοῖς ἐνδιατρίβουσι τὴν εὐκρασίαν. [2] τὸ μὲν οὖν τέμενός φασιν ἱδρύσασθαι Δαναὸν τὸν Αἰγύπτιον, τὴν δὲ ἱερὰν τοῦ θεοῦ χώραν περιοικοῦσι κατὰ μὲν τὴν μεσημβρίαν καὶ δύσιν Αἰθίοπες, κατὰ δὲ τὴν ἄρκτον Λιβύων νομαδικὸν ἔθνος καὶ πρὸς τὴν μεσόγειον ἀνῆκον τὸ τῶν Νασαμώνων ὀνομαζομένων ἔθνος. [3] τῶν δ᾽ Ἀμμωνίων κωμηδὸν οἰκούντων κατὰ μέσην αὐτῶν τὴν χώραν ἀκρόπολις ὑπάρχει τριπλοῖς ὠχυρωμένη τοῖς τείχεσι: καὶ ταύτης μὲν πρῶτος περίβολος ἔχει τῶν ἀρχαίων δυναστῶν βασίλεια, δ᾽ ἕτερος τὴν γυναικωνῖτιν αὐλὴν καὶ τὰς τῶν τέκνων καὶ γυναικῶν καὶ συγγενῶν οἰκήσεις καὶ φυλακτήρια τῶν σκοπῶν, ἔτι δὲ τὸν τοῦ θεοῦ σηκὸν καὶ τὴν ἱερὰν κρήνην, ἀφ᾽ ἧς τὰ τῷ θεῷ προσφερόμενα τυγχάνει τῆς ἁγνείας, δὲ τρίτος τὰς τῶν δορυφόρων καταλύσεις καὶ τὰ φυλακτήρια τῶν τὸν τύραννον δορυφορούντων. [4] καθίδρυται δὲ τῆς ἀκροπόλεως ἐκτὸς οὐ μακρὰν ἕτερος ναὸς Ἄμμωνος πολλοῖς καὶ μεγάλοις δένδροις σύσκιος. τούτου δὲ πλησίον ὑπάρχει κρήνη διὰ τὸ συμβεβηκὸς ὀνομαζομένη Ἡλίου κρήνη: αὕτη δὲ τὸ ὕδωρ ἔχει συμμεταβαλλόμενον αἰεὶ ταῖς ἡμεριναῖς ὥραις παραδόξως. [5] ἅμ᾽ ἡμέρᾳ γὰρ ἐξίησι τὴν πηγὴν χλιαράν, προϊούσης δὲ τῆς ἡμέρας τῇ προσθέσει τῶν ὡρῶν ἀνάλογον καταψύχεται, τοῦ μεσημβρινοῦ δὲ καύματος ἀκμάζει τῇ ψυχρότητι: πάλιν δὲ ἀνάλογον ἀπολήγει πρὸς τὴν ἑσπέραν καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἀναθερμαίνεται μέχρι μέσων νυκτῶν καὶ τὸ λοιπὸν ἀπολήγει, μέχρι ἂν ἅμα τῷ φωτὶ πρὸς τὴν ἐξ ἀρχῆς ἀποκατασταθῇ τάξιν. [6] τὸ δὲ τοῦ θεοῦ ξόανον ἐκ σμαράγδων καί τινων ἄλλων πολυτελῶν λίθων περιέχεται καὶ τὴν μαντείαν ἰδιάζουσαν παντελῶς ποιεῖται. ἐπὶ νεὼς γὰρ περιφέρεται χρυσῆς ὑπὸ ἱερέων ὀγδοήκοντα: οὗτοι δ᾽ ἐπὶ τῶν ὤμων φέροντες τὸν θεὸν προάγουσιν αὐτομάτως ὅπου ποτ᾽ ἂν ἄγῃ τὸ τοῦ θεοῦ νεῦμα τὴν πορείαν. [7] συνακολουθεῖ δὲ πλῆθος παρθένων καὶ γυναικῶν παιᾶνας ᾀδουσῶν κατὰ πᾶσαν τὴν ὁδὸν καὶ πατρίῳ καθυμνούντων ᾠδῇ τὸν θεόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: