previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

68.

ἐντεῦθεν δ᾽ ἀναζεύξας προῆγεν ἐπὶ τὴν Περσίδα καὶ πεμπταῖος ἧκεν ἐπὶ τὰς Σουσιάδας καλουμένας πέτρας. ταύτας δὲ προκατειληφὼς ἦν Ἀριοβαρζάνης μετὰ στρατιωτῶν πεζῶν μὲν δισμυρίων καὶ πεντακισχιλίων, ἱππέων δὲ τριακοσίων. [2] δὲ βασιλεὺς δόξας τῇ βίᾳ κρατήσειν τῆς πύλης προῆγε διὰ τόπων στενῶν καὶ τραχέων οὐδενὸς παρενοχλοῦντος. οἱ δὲ βάρβαροι μέχρι μέν τινος εἴων αὐτὸν διαπορεύεσθαι τὰς παρόδους, ἐπεὶ δὲ εἰς μέσας τὰς δυσχωρίας ἧκον, ἄφνω τὴν ἐπίθεσιν ἐποιοῦντο καὶ πολλοὺς μὲν ἁμαξιαίους λίθους ἐπεκύλιον, οἳ προσπίπτοντες ἄφνω τοῖς Μακεδόσιν ἀθρόοις πολλοὺς διέφθειρον, οὐκ ὀλίγοι δ᾽ ἀπὸ τῶν κρημνῶν ἀκοντίζοντες εἰς πεπυκνωμένους οὐκ ἀπετύγχανον τῶν σκοπῶν: ἄλλοι δ᾽ ἐκ χειρὸς τοῖς λίθοις βάλλοντες τοὺς βιαζομένους τῶν Μακεδόνων ἀνέστελλον. πολλὰ δ᾽ αὐτοῖς τῆς δυσχωρίας συνεργούσης ἐπλεονέκτουν καὶ συχνοὺς μὲν ἀπέκτεννον, οὐκ ὀλίγους δὲ κατετίτρωσκον. [3] δ᾽ Ἀλέξανδρος τῇ δεινότητι τοῦ πάθους ἀδυνατῶν βοηθεῖν καὶ θεωρῶν μηδένα τῶν πολεμίων μήτε τεθνηκότα μήτε ὅλως τετρωμένον, τῶν δὲ ἰδίων ἀπολωλότας μὲν πολλούς, κατατετρωμένους δὲ σχεδὸν ἅπαντας τοὺς προσβάλλοντας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης. [4] ἀναχωρήσας δὲ ἀπὸ τῶν παρόδων σταδίους τριακοσίους κατεστρατοπέδευσε καὶ παρὰ τῶν ἐγχωρίων ἐπυνθάνετο μή τις ἑτέρα ἐστὶ διεκβολή. πάντων δ᾽ ἀποφαινομένων δίοδον μὲν μηδεμίαν ἄλλην ὑπάρχειν, περίοδον δὲ εἶναι πολλῶν ἡμερῶν αἰσχρὸν εἶναι νομίσας ἀτάφους ἀπολιπεῖν τοὺς τετελευτηκότας καὶ τὴν αἴτησιν τῶν νεκρῶν οὖσαν ὁρῶν ἀσχήμονα καὶ περιέχουσαν ἥττης ὁμολόγησιν προσέταξεν ἀναγαγεῖν ἅπαντας τοὺς αἰχμαλώτους. [5] ἐν δὲ τούτοις ἧκεν ὑπαγόμενος ἀνὴρ δίγλωττος, εἰδὼς τὴν Περσικὴν διάλεκτον: οὗτος δὲ ἑαυτὸν ἀπεφαίνετο Λύκιον μὲν εἶναι τὸ γένος, αἰχμάλωτον δὲ γενόμενον ποιμαίνειν κατὰ τὴν ὑποκειμένην ὀρεινὴν ἔτη πλείω: δι᾽ ἣν αἰτίαν ἔμπειρον γενέσθαι τῆς χώρας καὶ δύνασθαι τὴν δύναμιν ἀγαγεῖν διὰ τῆς καταδένδρου καὶ κατόπιν ποιῆσαι τῶν τηρούντων τὰς παρόδους. [6] δὲ βασιλεὺς μεγάλαις δωρεαῖς τιμήσειν ἐπαγγειλάμενος τὸν ἄνδρα τούτου καθηγουμένου διῆλθεν ἐπιπόνως τὴν ὀρεινὴν νυκτὸς πολλὴν μὲν πατήσας χιόνα, πᾶσαν δὲ κρημνώδη χώραν περάσας, χαράδραις βαθείαις καὶ πολλαῖς φάραγξι διειλημμένην. [7] ἐπιφανεὶς δὲ ταῖς προφυλακαῖς τῶν πολεμίων τοὺς μὲν πρώτους κατέκοψε, τοὺς δ᾽ ἐπὶ τῆς δευτέρας φυλακῆς τεταγμένους ἐζώγρησε, τοὺς δὲ τρίτους τρεψάμενος ἐκράτησε τῶν παρόδων καὶ τοὺς πλείστους τῶν περὶ τὸν Ἀριοβαρζάνην ἀπέκτεινε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: