Ode 5
Τῷ Αὐτῷ
Κέλητι Ολύμπια.
εὔμοιρε Συρακοσίωνἱπποδινήτων στραταγέ,
γνώσει μὲν ἰοστεφάνων
Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
5αἴ τις ἐπιχθονίων,
ὀρθῶς: φρένα δ᾽ εὐθύδικον
ἀτρέμ᾽ ἀμπαύσας μεριμνᾶν
δεῦρ᾽ ἐπάθρησον νόῳ,
ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
10ὕμνον ἀπὸ ζαθέας
νάσου ξένος ὑμετέραν πέμ-
πει κλεεννὰν ἐς πόλιν,
χρυσάμπυκος Οὐρανίας κλει-
νὸς θεράπων: ἐθέλει δὲ
15γᾶρυν ἐκ στηθέων χέων
αἰνεῖν Ἱέρωνα. βαθὺν
δ᾽ αἰθέρα ξουθαῖσι τάμνων
ὑψοῦ πτερύγεσσι ταχεί-
αις αἰετὸς εὐρυάνακτος ἄγγελος
20Ζηνὸς ἐρισφαράγου
θαρσεῖ κρατερᾷ πίσυνος
ἰσχύϊ, πτάσσοντι δ᾽ ὄρνι-
χες λιγύφθογγοι φόβῳ:
οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
25οὐδ᾽ ἁλὸς ἀκαμάτας
1 δυσπαίπαλα κύματα: νωμᾶ-
ται δ᾽ ἐν ἀτρύτῳ χάει
λεπτότριχα σὺν ζεφύρου πνοι-
αῖσιν ἔθειραν ἀρίγνω-
30τος μετ᾽ ἀνθρώποις ἰδεῖν:
τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
ὑμετέραν ἀρετὰν
ὑμνεῖν, κυανοπλοκάμου θ᾽ ἕκατι Νίκας
χαλκεοστέρνου τ᾽ Ἄρηος,
35Δεινομένευς ἀγέρω-
χοι παῖδες: εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
ξανθότριχα μὲν Φερένικον
Ἀλφεὸν παρ᾽ εὐρυδίναν
πῶλον ἀελλοδρόμαν
40εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
Πυθῶνί τ᾽ ἐν ἀγαθέᾳ:
γᾷ δ᾽ ἐπισκήπτων πιφαύσκω:
οὔπω νιν ὑπὸ προτέρων
ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
45πρὸς τέλος ὀρνύμενον:
ῥιπᾷ γὰρ ἴσος βορέα
ὃν κυβερνήταν φυλάσσων
ἵεται νεόκροτον
νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
50ὄλβιος ᾧτινι θεὸς
μοῖράν τε καλῶν ἔπορεν
σύν τ᾽ ἐπιζήλῳ τύχᾳ
ἀφνεὸν βιοτὰν διάγειν: οὐ
γάρ τις ἐπιχθονίων
55πάντα γ᾽ εὐδαίμων ἔφυ.
καὶ μάν π]οτ᾽ ἐρειψιπύλαν
παῖδ᾽ ἀνίκ]ατον λέγουσιν
δῦναι Διὸς] ἀργικεραύ-
2 νου δώματα Φερσεφόνας τανισφύρου,
60καρχαρόδοντα κύν᾽ ἄ-
ξοντ᾽ ἐς φάος ἐξ Ἀΐδα,
υἱὸν ἀπλάτοι᾽ Ἐχίδνας:
ἔνθα δυστάνων βροτῶν
ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,
65οἷά τε φύλλ᾽ ἄνεμος
Ἴδας ἀνὰ μηλοβότους
πρῶνας ἀργηστὰς δονεῖ.
ταῖσιν δὲ μετέπρεπεν εἴδω-
λον θρασυμέμνονος ἐγ-
70χεσπάλου Πορθανίδα:
τὸν δ᾽ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως
τεύχεσι λαμπόμενον,
νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
χαλκεόκρανον δ᾽ ἔπειτ᾽ ἐξ-
75είλετο ϝιὸν ἀνα-
πτύξας φαρέτρας πῶμα: τῷ δ᾽ ἐναντία
ψυχὰ προφάνη Μελεάγρου
καί νιν εὖ εἰδὼς προσεῖπεν:
υἱὲ Διὸς μεγάλου,
80στᾶθί τ᾽ ἐν χώρᾳ, γελανώσας τε θυμόν
μὴ ταΰσιον προΐει
τραχὺν ἐκ χειρῶν ὀϊστὸν
ψυχαῖσιν ἔπι φθιμένων:
οὔτοι δέος. ὣς φάτο: θάμβησεν δ᾽ ἄναξ
85Ἀμφιτρυωνιάδας,
εἶπέν τε: τίς ἀθανάτων
ἢ βροτῶν τοιοῦτον ἔρνος
θρέψεν ἐν ποίᾳ χθονί;
τίς δ᾽ ἔκτανεν ; ἦ τάχα καλλίζωνος Ἥρα
90κεῖνον ἐφ᾽ ἁμετέρᾳ
πέμψει κεφαλᾷ: τὰ δέ που
3 Παλλάδι ξανθᾷ μέλει.
τὸν δὲ προσέφα Μελέαγρος
δακρυόεις: χαλεπὸν
95θεῶν παρατρέψαι νόον
ἄνδρεσσιν ἐπιχθονίοις.
καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
παῦσεν καλυκοστεφάνου
σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
100λισσόμενος πολέων
τ᾽ αἰγῶν θυσίαισι πατὴρ
καὶ βοῶν φοινικονώτων:
ἀλλ᾽ ἀνίκατον θεὰ
ἔσχεν χόλον: εὐρυβίαν δ᾽ ἔσσευε κούρα
105κάπρον ἀναιδομάχαν
ἐς καλλίχορον Καλυδῶ-
ν᾽, ἔνθα πλημύρων σθένει
ὄρχους ἐπέκειρεν ὀδόντι,
σφάζε τε μῆλα, βροτῶν
110θ᾽ ὅστις εἰσάνταν μόλοι.
τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
στασάμεθ᾽ ἐνδυκέως
ἓξ ἄματα συνεχέως: ἐπεὶ δὲ δαίμων
κάρτος Αἰτωλοῖς ὄρεξεν,
115θάπτομεν οὓς κατέπε-
φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
Ἀγκαῖον ἐμῶν τ᾽ Ἀγέλαον
φ[έρτ]ατον κεδνῶν ἀδελφεῶν,
οὓς τέ]κεν ἐν μεγάροις
120πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος:
τῶν δ᾽ ὤ]λεσε μοῖρ᾽ ὀλοὰ
πλεῦνα]ς: οὐ γάρ πω δαΐφρων
παῦσεν] χόλον ἀγροτέρα
4 Λατοῦς θυγάτηρ: περὶ δ᾽ αἴθωνος δορᾶς
125μαρνάμεθ᾽ ἐνδυκέως
Κουρῆσι μενεπτολέμοις:
ἔνθ᾽ ἐγὼ πολλοῖς σὺν ἄλλοις
Ἴφικλον κατέκτανον
ἐσθλόν τ᾽ Ἀφάρητα, θοοὺς μάτρωας: οὐ γὰρ
130καρτερόθυμος Ἄρης
κρίνει φίλον ἐν πολέμῳ:
τυφλὰ δ᾽ ἐκ χειρῶν βέλη
ψυχαῖς ἔπι δυσμενέων φοι-
τᾷ θάνατόν τε φέρει
135τοῖσιν ἂν δαίμων θέλῃ:
ταῦτ᾽ οὐκ ἐπιλεξαμένα
Θεστίου κούρα δαΐφρων
μάτηρ κακόποτμος ἐμοὶ
βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά:
140καῖέ τε δαιδαλέας
ἐκ λάρνακος ὠκύμορον
φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
μοῖρ᾽ ἐπέκλωσεν τότε
ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
145Δαϊπύλου Κλύμενον
παῖδ᾽ ἄλκιμον ἐξεναρί-
ζων ἀμώμητον δέμας,
πύργων προπάροιθε κιχήσας:
τοὶ δὲ πρὸς εὐκτιμέναν
150φεῦγον ἀρχαίαν πόλιν
Πλευρῶνα: μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
γνῶν δ᾽ ὀλιγοσθενέων:
αἰαῖ: πύματον δὲ πνέων δάκρυσα τλ[άμων
ἀγλαὰν ἥβαν προλείπων.
155φασὶν ἀδεισιβόαν
5 Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
τέγξαι βλέφαρον, ταλαπενθέος
πότμον οἰκτίροντα φωτός:
καί νιν ἀμειβόμενος
160τοῖ᾽ ἔφα: θνατοῖσι μὴ φῦναι φέριστον,
μηδ᾽ ἀελίου προσιδεῖν
φέγγος: ἀλλ᾽ οὐ γάρ τίς ἐστιν
πρᾶξις τάδε μυρομένοις,
χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.
165ἦ ῥα τις ἐν μεγάροις
Οἰνῆος ἀρηϊφίλου
ἔστιν ἀδμήτα θυγάτρων,
σοὶ φυὰν ἀλιγκία;
τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
170τὸν δὲ μενεπτολέμου
ψυχὰ προσέφα Μελεά-
γρου: λίπον χλωραύχενα
ἐν δώμασι Δαϊάνειραν,
νῆϊν ἔτι χρυσέας
175Κύπριδος θελξιμβρότου.
λευκώλενε Καλλιόπα,
στᾶσον εὐποίητον ἅρμα
αὐτοῦ: Δία τε Κρονίδαν
ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
180τόν τ᾽ ἀκαμαντορόαν
Ἀλφεόν, Πέλοπός τε βίαν,
καὶ Πίσαν, ἔνθ᾽ ὁ κλεεννὸς
ποσσὶ νικάσας δρόμῳ
ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
185σας Ἱέρωνι φέρων
εὐδ]αιμονίας πέταλον.
χρὴ δ᾽ ἀλαθείας χάριν
6 αἰνεῖν, φθόνον ἀμφοτέραισιν
χερσὶν ἀπωσάμενον,
190εἴ τις εὖ πράσσοι βροτῶν.
Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
Ἡσίοδος πρόπολος
Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
195πείθομαι εὐμαρέως
εὐκλέα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
πέμπειν Ἱέρωνι: τόθεν γὰρ
πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
τοὺς ὁ μεγιστοπάτωρ
200Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.