Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐκοῦν τὸν αὐτὸν τρόπον προσήκει ὑμᾶς καὶ περὶ Τιμάρχου ἐξετάζειν, καὶ μὴ σκοπεῖν εἴ τις εἶδεν, ἀλλ᾽ εἰ πέπρακται τούτῳ ἡ πρᾶξις. ἐπεὶ πρὸς θεῶν τί χρὴ λέγειν, Τίμαρχε; τί ἂν εἴποις αὐτὸς περὶ ἑτέρου ἀνθρώπου ἐπὶ τῇ αἰτίᾳ ταύτῃ κρινομένου; ἢ τί χρὴ λέγειν, ὅταν μειράκιον νέον, καταλιπὸν τὴν πατρῴαν οἰκίαν, ἐν ἀλλοτρίαις οἰκίαις νυκτερεύῃ, τὴν ὄψιν ἑτέρων διαφέρον, καὶ πολυτελῆ δεῖπνα δειπνῇ ἀσύμβολον, καὶ αὐλητρίδας ἔχῃ καὶ ἑταίρας τὰς πολυτελεστάτας, καὶ κυβεύῃ, καὶ μηδὲν ἐκτίνῃ αὐτός, ἀλλ᾽ ἕτερος ὑπὲρ ἐκείνου;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.