Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δ᾽ Ἀλωπεκῆσι χωρίον, ὃ ἦν ἄπωθεν τοῦ τείχους ἕνδεκα ἢ δώδεκα στάδια, ἱκετευούσης καὶ ἀντιβολούσης τῆς μητρός, ὡς ἐγὼ πυνθάνομαι, ἐᾶσαι καὶ μὴ ἀποδόσθαι, ἀλλ᾽ εἰ μή τι ἄλλο, ἐνταφῆναί γ᾽1 ὑπολιπεῖν αὑτῇ, οὐδὲ τούτου τοῦ χωρίου ἀπέσχετο, ἀλλὰ καὶ τοῦτ᾽ ἀπέδοτο δισχιλίων δραχμῶν. καὶ τῶν θεραπαινῶν καὶ τῶν οἰκετῶν οὐδένα κατέλιπεν, ἀλλ᾽ ἅπαντας πέπρακε. καὶ ταῦθ᾽ ὅτι οὐ ψεύδομαι, ἐγὼ μέν, ὡς κατέλιπεν αὐτῷ ὁ πατήρ, μαρτυρίας παρέξομαι, οὗτος δέ, εἰ μή φησι πεπρακέναι, τὰ σώματα τῶν οἰκετῶν ἐμφανῆ παρασχέτω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.