previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16.

καὶ περὶ μὲν διαβολῆς εἰρήσθω τοσαῦτα, διήγησις δ᾽ ἐν μὲν τοῖς ἐπιδεικτικοῖς ἐστιν οὐκ ἐφεξῆς ἀλλὰ κατὰ μέρος: δεῖ μὲν γὰρ τὰς πράξεις διελθεῖν ἐξ ὧν λόγος: σύγκειται γὰρ ἔχων λόγος τὸ μὲν ἄτεχνονοὐθὲν γὰρ αἴτιος λέγων
τῶν πράξεων), τὸ δ᾽ ἐκ τῆς τέχνης: τοῦτο δ᾽ ἐστὶν ὅτι ἔστι δεῖξαι, ἐὰν ἄπιστον, ὅτι ποιόν, ὅτι ποσόν, καὶ ἅπαντα. [2] διὰ δὲ τοῦτ᾽ ἐνίοτε οὐκ ἐφεξῆς δεῖ διηγεῖσθαι πάντα, ὅτι δυσμνημόνευτον τὸ δεικνύναι οὕτως: ἐκ μὲν οὖν τούτων ἀνδρεῖος, ἐκ δὲ τῶνδε σοφὸς δίκαιος. καὶ
ἁπλούστερος λόγος οὗτος, ἐκεῖνος δὲ ποικίλος καὶ οὐ λιτός. [3] δεῖ δὲ τὰς μὲν γνωρίμους ἀναμιμνήσκειν: διὸ οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως, οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖνἴσασι γὰρ πάντες τὰς πράξεις), ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ: οὐ γὰρ πολλοὶ ἴσασιν ... [4]
νῦν δὲ γελοίως τὴν διήγησίν φασι δεῖν εἶναι ταχεῖαν. καίτοι ὥσπερ τῷ μάττοντι ἐρομένῳ πότερον σκληρὰν μαλακὴν μάξῃτί δ᾽”, ἔφη τις, “εὖ ἀδύνατον;”, καὶ ἐνταῦθα ὁμοίως: δεῖ γὰρ μὴ μακρῶς διηγεῖσθαι ὥσπερ οὐδὲ προοιμιάζεσθαι μακρῶς, οὐδὲ τὰς πίστεις λέγειν. οὐδὲ γὰρ ἐνταῦθά
ἐστι τὸ εὖ τὸ ταχὺ τὸ συντόμως, ἀλλὰ τὸ μετρίως: τοῦτο δ᾽ ἐστὶ τὸ λέγειν ὅσα δηλώσει τὸ πρᾶγμα,
ὅσα ποιήσει ὑπολαβεῖν γεγονέναι βεβλαφέναι ἠδικηκέναι, τηλικαῦτα ἡλίκα βούλει, τῷ δὲ ἐναντίῳ τὰ ἐναντία: [5] παραδιηγεῖσθαι δὲ ὅσα εἰς τὴν σὴν ἀρετὴν φέρειοἷονἐγὼ δ᾽ ἐνουθέτουν, ἀεὶ τὰ δίκαια λέγων, μὴ τὰ τέκνα
ἐγκαταλείπειν”), θατέρου κακίαν: “ δὲ ἀπεκρίνατό μοι ὅτι, οὗ ἂν αὐτός, ἔσται ἄλλα παιδία”, τοὺς ἀφισταμένους Αἰγυπτίους ἀποκρίνασθαί φησιν Ἡρόδοτος: ὅσα ἡδέα τοῖς δικασταῖς. [6] ἀπολογουμένῳ δὲ ἐλάττων διήγησις: αἱ γὰρ ἀμφισβητήσεις μὴ γεγονέναι μὴ βλαβερὸν εἶναι
μὴ ἄδικον μὴ τηλικοῦτον, ὥστε περὶ τὸ ὁμολογούμενον οὐ διατριπτέον, ἐὰν μή τι εἰς ἐκεῖνο συντείνῃ, οἷον εἰ πέπρακται, ἀλλ᾽ οὐκ ἄδικον. [7] ἔτι πεπραγμένα δεῖ λέγειν ὅσα μὴ πραττόμενα οἶκτον δείνωσιν φέρει: παράδειγμα Ἀλκίνου ἀπόλογος, ὃς πρὸς τὴν Πηνελόπην ἐν ἑξήκοντα
ἔπεσιν πεποίηται, καὶ ὡς Φάϋλλος τὸν κύκλον, καὶ ἐν τῷ Οἰνεῖ πρόλογος. [8] ἠθικὴν δὲ χρὴ τὴν διήγησιν εἶναι: ἔσται δὲ τοῦτο, ἂν εἰδῶμεν τί ἦθος ποιεῖ. ἓν μὲν δὴ τὸ προαίρεσιν δηλοῦν, ποιὸν δὲ τὸ ἦθος τῷ ποιὰν ταύτην, δὲ προαίρεσις ποιὰ τῷ τέλει: διὰ τοῦτο δ᾽ οὐκ ἔχουσιν οἱ μαθηματικοὶ
λόγοι ἤθη, ὅτι οὐδὲ προαίρεσιντὸ γὰρ οὗ ἕνεκα οὐκ ἔχουσιν), ἀλλ᾽ οἱ Σωκρατικοί: περὶ τοιούτων γὰρ λέγουσιν. [9] ἄλλα δ᾽ ἠθικὰ τὰ ἑπόμενα ἑκάστῳ ἤθει, οἷον ὅτι ἅμα λέγων ἐβάδιζεν: δηλοῖ γὰρ θρασύτητα καὶ ἀγροικίαν ἤθους. καὶ μὴ ὡς ἀπὸ διανοίας λέγειν, ὥσπερ οἱ νῦν,
ἀλλ᾽ ὡς ἀπὸ προαιρέσεως: “ἐγὼ δὲ ἐβουλόμην: καὶ προειλόμην γὰρ τοῦτο: ἀλλ᾽ εἰ μὴ ὠνήμην, βέλτιον”: τὸ μὲν γὰρ φρονίμου τὸ δὲ ἀγαθοῦ: φρονίμου μὲν γὰρ ἐν τῷ τὸ ὠφέλιμον διώκειν, ἀγαθοῦ δ᾽ ἐν τῷ τὸ καλόν. ἂν δ᾽ ἄπιστον , τότε τὴν αἰτίαν ἐπιλέγειν, ὥσπερ Σοφοκλῆς ποιεῖ: παράδειγμα
τὸ ἐκ τῆς Ἀντιγόνης, ὅτι μᾶλλον τοῦ ἀδελφοῦ ἐκήδετο ἀνδρὸς τέκνων: τὰ μὲν γὰρ ἂν γενέσθαι ἀπολομένων, “μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς βεβηκότων
οὐκ ἔστ᾽ ἀδελφὸς ὅς τις ἂν βλάστοι ποτέ.

Soph. Ant. 911-912 ἐὰν δὲ μὴ ἔχῃς αἰτίαν, ἀλλ᾽ ὅτι οὐκ ἀγνοεῖς ἄπιστα λέγων,
ἀλλὰ φύσει τοιοῦτος εἶ: ἀπιστοῦσι γὰρ ἄλλο τι πράττειν ἑκόντα πλὴν τὸ συμφέρον. [10] ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα καὶ ἴσασι, καὶ τὰ ἴδια σεαυτῷ ἐκείνῳ προσόντα: “ δ᾽ ᾤχετό με ὑποβλέψας”.
καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι διασίζων, τοῖν χειροῖν διασείων: πιθανὰ γάρ, διότι σύμβολα γίγνεται ταῦτα ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν. πλεῖστα δὲ τοιαῦτα λαβεῖν ἐξ Ὁμήρου ἔστιν:
ὧς ἄρ᾽ ἔφη, γρῆυς δὲ κατέσχετο χερσὶ πρόσωπα:

Hom. Od. 19.361 οἱ γὰρ δακρύειν ἀρχόμενοι ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν. καὶ εὐθὺς εἴσαγε καὶ σεαυτὸν ποιόν τινα, ἵνα ὡς τοιοῦτον θεωρῶσιν, καὶ τὸν ἀντίδικον: λανθάνων δὲ ποίει. ὅτι δὲ ῥᾴδιον, ὅρα ἐκ τῶν ἀπαγγελλόντων: περὶ ὧν γὰρ μηθὲν
ἴσμεν, ὅμως λαμβάνομεν ὑπόληψιν τινά. πολλαχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐνίοτε οὐκ ἐν ἀρχῇ. [11]

ἐν δὲ δημηγορίᾳ ἥκιστα διήγησις ἔστιν, ὅτι περὶ τῶν μελλόντων οὐθεὶς διηγεῖται: ἀλλ᾽ ἐάν περ διήγησις , τῶν γενομένων ἔστω, ἵνα ἀναμνησθέντες ἐκείνων βέλτιον βουλεύσωνται
περὶ τῶν ὕστερον, διαβάλλοντος ἐπαινοῦντος: ἀλλὰτότε οὐτὸ τοῦ συμβούλου ποιεῖ ἔργον. ἂν δ᾽ ἄπιστον, ὑπισχνεῖσθαι δεῖ καὶ αἰτίαν λέγειν εὐθὺς καὶ διατάττειν ὡς βούλονται, οἷον Ἰοκάστη Καρκίνου ἐν τῷ Οἰδίποδι ἀεὶ ὑπισχνεῖται πυνθανομένου τοῦ ζητοῦντος τὸν
υἱόν, καὶ Αἵμων Σοφοκλέους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (5 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 223
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 904-920
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 909
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: