Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παράδοξον μὲν οἶδα λόγον ὃν μέλλω λέγειν, ὅμως δ᾽ εἰρήσεται: πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ τὰ γενησόμεν᾽ εἰρηκὼς φανεῖσθαι. ἐγώ φημι χρῆναι μὴ λέγειν νυνὶ περὶ χρημάτων: εἶναι γὰρ πόρον, ἂν δέῃ, μέγαν καὶ καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν, οὐδ᾽ εἰς τόθ᾽ ὑπάρχειν ἡγησόμεθ᾽ ἡμῖν: οὕτω πολὺ τοῦ πορίσαι νῦν ἀποσχήσομεν: ἐὰν δ᾽ ἐῶμεν, ἔσται. τίς οὖν ἔσθ᾽ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, ὑπάρξων δ᾽ εἰς τότε; αἰνίγματι γὰρ ὅμοιον τοῦτό γε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.