Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
εἰ μέντοι τὰ νῦν διὰ τῶν λόγων φοβερὰ ἔργῳ πραττόμεν᾽ αἴσθοιντο, οὐδεὶς οὕτως ἠλίθιός ἐστιν ὅστις οὐχὶ κἂν δοίη καὶ πρῶτος εἰσενέγκαι: τίς γὰρ αἱρήσεται μᾶλλον αὐτὸς καὶ τὰ ὄντ᾽ ἀπολωλέναι ἢ μέρος τῶν ὄντων ὑπὲρ αὑτοῦ καὶ τῶν λοιπῶν εἰσενεγκεῖν; χρήματα μὲν δή φημ᾽ εἶναι τότε, ἂν ὡς ἀληθῶς δέῃ, πρότερον δ᾽ οὔ. διὸ μηδὲ ζητεῖν παραινῶ: ὅσα γὰρ νῦν πορίσαιτ᾽ ἄν, εἰ προέλοισθε πορίζειν, πλείων ἐστὶ γέλως τοῦ μηδενός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.