Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
τρίτον δ᾽ ἕτερον πρὸς τούτοις δικαστήριον, ὃ πάντων ἁγιώτατα τούτων ἔχει καὶ φρικωδέστατα, ἄν τις ὁμολογῇ μὲν κτεῖναι, ἐννόμως δὲ φῇ δεδρακέναι. τοῦτο δ᾽ ἐστὶ τοὐπὶ Δελφινίῳ. δοκοῦσι γάρ μοι, ὦ ἄνδρες δικασταί, ζητῆσαι τοῦτο πρῶτον ἁπάντων οἱ περὶ τούτων ἐν ἀρχῇ τὰ δίκαι᾽ ὁρίσαντες, πότερ᾽ οὐδένα χρὴ φόνον ὅσιον εἶναι νομίζειν ἢ τινά γ᾽ ἔσθ᾽ ὅσιον νομιστέον, λογιζόμενοι δ᾽ ὅτι μητέρ᾽ Ὀρέστης ἀπεκτονὼς ὁμολογῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει, νομίσαι δίκαιόν τιν᾽ εἶναι φόνον: οὐ γὰρ ἂν τά γε μὴ δίκαια θεοὺς ψηφίσασθαι. ὡς δὲ τοῦτ᾽ ἐνόμισαν, γράφουσιν ἤδη καὶ διορίζουσι σαφῶς ἐφ᾽ οἷς ἐξεῖναι ἀποκτιννύναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.