Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[83]
‘ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ,’ φησίν. πρῶτον μὲν δὴ τοῦτο προσγράψας τὸ ‘βιαίως,’ σύμβολον πεποίηκεν ᾧ γιγνώσκομεν ὅτι, ἂν ἀδίκως, λέγει. ‘ὑπὲρ τούτου’ φησὶ ‘τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν ἢ δίκας τοῦ φόνου ὑπόσχωσιν ἢ τοὺς ἀποκτείναντας ἐκδῶσιν.’ σκοπεῖσθ᾽ ὡς καλῶς. πρότερον μὲν ὑποσχεῖν δίκας ἀξιοῖ, μετὰ ταῦτα δέ, ἂν τοῦτο μὴ βούλωνται, προσέταξεν ἐκδοῦναι: ἐὰν δὲ μηδέτερον τούτων ἐθέλωσι, ‘τὸ ἀνδρολήψιόν’ φησιν ‘εἶναι μέχρι τριῶν, πλέον δὲ μή.’ παρὰ τοίνυν ὅλον τοῦτον τὸν νόμον εἴρηται τὸ ψήφισμα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.