Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[111]
θαυμάζω δ᾽, ὦ ἄνδρες δικασταί, τῆς ἀναιδείας αὐτοῦ, τὸ ἡνίκα μὲν ἦρχεν αὐτὸς μετ᾽ Ἀνδροτίωνος, τὸν ἔλεον τοῦτον ἐπὶ τῷ πλήθει τῷ ὑμετέρῳ μὴ ποιήσασθαι, τῷ ἀπειρηκότι τὰ ἑαυτοῦ χρήματ᾽ εἰσφέροντι, ἐπειδὴ δ᾽ Ἀνδροτίων᾽ ἔδει ἃ πάλαι ὑφῄρητο τῆς πόλεως χρήματα καταθεῖναι, τὰ μὲν ἱερά, τὰ δ᾽ ὅσια, τότε θεῖναι τὸν νόμον ἐπ᾽ ἀποστερήσει τῶν μὲν ὁσίων τῆς διπλασίας, τῶν ἱερῶν δὲ τῆς δεκαπλασίας. καὶ οὕτω πρὸς τὸ πλῆθος τὸ ὑμέτερον προσενήνεκται ὁ αὐτίκα δὴ μάλ᾽ ὑπὲρ τοῦ δήμου φήσων τὸν νόμον τοῦτον θεῖναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.