Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[72]
ἐπίσχες: αὐτίκα γὰρ καθ᾽ ἕκαστον ἀναγνώσει. τουτὶ πάντων, ὦ ἄνδρες δικασταί, τῶν γεγραμμένων ἐν τῷ νόμῳ σχεδόν ἐστι δεινότατον. οἶμαι γὰρ οὐδὲ ἕν᾽ ἀνθρώπων ἄλλον τολμῆσαι, νόμον εἰσφέροντ᾽ ἐπὶ τῷ χρῆσθαι τοὺς πολίτας αὐτῷ, τὰς κατὰ τοὺς πρότερον κυρίους νόμους κρίσεις γεγενημένας ἐπιχειρῆσαι λύειν. τοῦτο τοίνυν οὑτοσὶ Τιμοκράτης ἀναιδῶς καὶ οὐδ᾽ ἀποκρυψάμενος πεποίηκεν, γράψας διαρρήδην ‘καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.