Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
1120οὐκέτι γὰρ καθαρὰν φρέν᾽ ἔχω, παρὰ δ᾽ ἐλπίδ᾽ ἃ λεύσσω,
ἐπεὶ τὸν Ἑλλανίας φανερώτατον ἀστέρ᾽ Ἀθήνας
εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς
1125ἄλλαν ἐπ᾽ αἶαν ἱέμενον.
ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,
ὦ δρυμὸς ὄρεος, ὅθι κυνῶν
ὠκυπόδων μέτα θῆρας ἔναιρεν
1130Δίκτυνναν ἀμφὶ σεμνάν.