Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θησεύς
τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
μετοικεῖν σκότῳ θανών, ὦ τλάμων,
τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας:
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
840†τίνος κλύω† πόθεν θανάσιμος τύχα,
γύναι, σὰν ἔβα, τάλαινα, κραδίαν;
εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
ὤμοι μοι < > σέθεν,
845μέλεος, οἷον εἶδον ἄλγος δόμων,
οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ᾽ ἀπωλόμην:
ἔρημος οἶκος, καὶ τέκν᾽ ὀρφανεύεται.
<αἰαῖ αἰαῖ,> ἔλιπες ἔλιπες, ὦ φίλα
γυναικῶν ἀρίστα θ᾽ ὁπόσας ὁρᾷ
850φέγγος θ᾽ ἁλίοιο καὶ νυκτὸς ἀ-
στερωπὸν σέλας.