[433ξ]
Σωκράτης
προσήκει δὲ τὰ ὅμοια τοῖς πράγμασιν;Κρατύλος
πάνυ γε.Σωκράτης
τὰ μὲν ἄρα καλῶς κείμενα οὕτω κεῖται: εἰ δὲ μή τι καλῶς ἐτέθη, τὸ μὲν ἂν πολὺ ἴσως ἐκ προσηκόντων εἴη γραμμάτων καὶ ὁμοίων, εἴπερ ἔσται εἰκών, ἔχοι δ᾽ ἄν τι καὶ οὐ προσῆκον, δι᾽ ὃ οὐκ ἂν καλὸν εἴη οὐδὲ καλῶς εἰργασμένον τὸ ὄνομα. οὕτω φαμὲν ἢ ἄλλως;Κρατύλος
οὐδὲν δεῖ οἶμαι διαμάχεσθαι, ὦ Σώκρατες: ἐπεὶ οὐκ ἀρέσκει γέ με τὸ φάναι ὄνομα μὲν εἶναι, μὴ μέντοι καλῶς γε κεῖσθαι.