previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ι. περὶ Λειεντερίης.

ἢν ἐπὶ δυσεντερίῃσι καὶ ἕλκεσι πλατέσι καὶ κάρτα βαθέσι τῶν ἄνω ἐντέρων ὠτειλαὶ ἐγγίγνωνται πυκναὶ, παχεῖαι , στερέμνιοι , τὰ σιτία ἐκ τῶνδε ἐς τὰ κάτω διεκθέει, ὑγρὰ, ἀδιάκρι τα τοῦ τροφίμου: τὸ γὰρ τῶν ἐντέρων ἀραιὸν δι᾽ οὗπερ ἐς τὴν ἄνω φορὴν τροφὴ ἀναΐσσει, ἀπέκλεισεν ὠτειλή. ἀτροφίη οὖν τὸν ἄνθρωπον ἴσχει καὶ ἀχροίη, καὶ ἀτονίη. ἐπικλην τὸ πάθος λειεντερίη ἴσχει, — τὸ ἐπὶ τῇ οὐλῇ λέγω τῶν ἐντέρων, — τοὔνομα. καὶ νῦν μὲν ἐξ ἑλκέων ἐστὶ πάθη: ἄλλοτε δὲ ἔντερα μὲν ὠτειλὴν οὐκ ἴσχει: ἔθος δὲ καὶ μελέτη διαρρυεῖσα ἐκδιδάσκει τὰ ἔντερα. τὸ γὰρ ἐν τουτέοισι θερμὸν ἢν καταψυχθέν κοτε μήτε καταπέσσῃ, μήτε ἐς τὴν ἀναφορὴν ἀναΐσσῃ, ἄκρατον δὲ ὑπ᾽ ἀσθενίης ἔῃ, διαδιδρήσκει πᾶν ἔργον τροφή. ἀλλ᾽ ἢν μὲν σχέδιος καὶ μὴ ἑδραίη γένηται κάθαρσις, ἀλλὰ φαύλη, ἁπλοῦς ἔμετος ἀπὸ σιτίων ἔλυσε τὴν νοῦσον. ἢν δὲ προσοκείλῃ χρόνῳ, καὶ ἐν ἕδρῃ ἵζῃ αἰτίη τουτέων, οὐδὲν ὠφελέει.

τίκτει δὲ καὶ χρονίη νοῦσος, καὶ ὀρθοστάδην καχεξίη : ἀτὰρ καὶ ὕδρωπές κοτε ἐς τόδε ἀπέσκηψαν εὐτυχῶς, ἐς κακὸν μὲν ἐκ κακοῦ, ἀλλὰ κρέσσων διαδοχή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: