previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. η. περὶ Κωλικῶν.

Κωλικοὶ δὴ κτείνον ται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος: σημήϊα, βάρος μὲν ἐπ᾽ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει : ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα: κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων: ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν,

[p. 109] ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέες. ἢν δέ πηπερήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ ἄνω καὶ ὀξυρεγμιώδεες: νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ: τουτέοισι ἄλλα ἀντ᾽ ἄλλων. θωῦμα δὲ τουτέων μέζον, ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ : πολλοὺς τῶν ἰητρῶν ἥδε ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας, ὡς ἰδίην ἔχοντας αἰτίην. ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντ᾽ ἄλλων ἄλλα.

γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦσοι, ἀποστάσιες μὲν καὶ ἕλκεα οὐκ εὐήθεα: ὕδεροι δὲ καὶ φθίσιες, ἀναλθέα. ἐπὶ γὰρ ψύξι καὶ χυμοῖσι παχέσι καὶ φλέγματι πολλῷ κολλώδεϊ ξυνίσταται νοῦσος: ἀτὰρ καὶ ἡλικίῃ καὶ ὥρῃ ψυχρῇ ἐπιφοιτῇ, χώρῃ, καὶ χείματι καρτερῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: