previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

“‘20.

ὥστε ἔγωγε ταῦτά τε ἀκούουσα καὶ πρὸς ταῦτα ἀποβλέπουσα κινδυνεύω καὶ παντελῶς ἀπειπεῖν σοι μηδένα διὰ τοιοῦτό τι ἀποκτιννύναι. [2] αἵ τε γὰρ προστασίαι ἐπί τε τῇ τῶν ἀρχομένων σωτηρίᾳ καθίστανται, ὅπως μηδὲν μήθ᾽ ὑπ᾽ ἀλλήλων μήθ᾽ ὑπὸ τῶν ἀλλοφύλων βλάπτωνται, οὐ μὰ Δία οὐχ ὅπως ὑπ᾽ αὐτῶν ἐκείνων τι λυπῶνται: [p. 446] καὶ εὐκλεέστατόν ἐστιν οὐ τὸ πολλοὺς τῶν πολιτῶν ἀπολλύναι, ἀλλὰ τὸ πάντας, ἂν οἷόν τε , 1 [3] σώζειν δύνασθαι. παιδεύειν μὲν γὰρ αὐτοὺς καὶ νόμοις καὶ εὐεργεσίαις καὶ νουθεσίαις δεῖ, ὅπως σωφρονῶσι, καὶ προσέτι καὶ τηρεῖν καὶ φυλάττειν, ἵνα κἂν ἀδικεῖν ἐθελήσωσι μὴ δυνηθῶσιν: ἂν δὲ δὴ νοσήσῃ τι, θεραπεύειν τε τρόπον τινὰ αὐτὸ καὶ [4] ἐπανορθοῦν, ἵνα μὴ παντελῶς φθαρῇ. τό τε γὰρ φέρειν τὰ τῶν πολλῶν ἁμαρτήματα καὶ πάνυ μεγάλης καὶ φρονήσεως καὶ δυνάμεως ἔργον ἐστίν: ἄν τέ τις πάντα ἁπλῶς τὰ τοιαῦτα κατὰ τὴν ἀξίαν κολάζῃ, λήσει τοὺς πλείους τῶν ἀνθρώπων [5] ἀπολέσας. ὅθεν καὶ διὰ ταῦτά σοι γνώμην δίδωμι θανάτῳ μὲ μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτούς, ὥστε μηδὲν ἔτι δεινὸν δρᾶσαι, σωφρονίζειν. τί γὰρ ἂν ἀδικήσειέ τις ἐς νῆσον κατακλεισθείς, καὶ ἐν ἀγρῷ πόλει τέ τινι, οὐχ ὅπως ἄνευ πλήθους οἰκετῶν χρημάτων, ἀλλὰ καὶ μετὰ φρουρᾶς ὤν, ἄν γε καὶ τούτου [6] δεήσῃ; εἰ μὲν γὰρ ἐγγύς που ἐνταῦθα οἱ πολέμιοι ἦσαν, καὶ τῆς θαλάσσης ταύτης ἀλλότριόν τι ἦν, ὥστε τινὰ αὐτῶν διαδράντα πρὸς ἐκείνους κακόν τι ἡμᾶς ἐργάσασθαι, πόλεις τέ τινες ἐν τῇ Ἰταλίᾳ ἐχυραὶ καὶ τείχη καὶ ὅπλα ἔχουσαι ὑπῆρχον, ὥστε τινὰ καταλαβόντα αὐτὰς φοβερὸν [7] ἡμῖν γενέσθαι, ἕτερος ἂν ἦν λόγος: ἀόπλων δὲ δὴ πάντων τῶν ταύτῃ καὶ ἀτειχίστων ὡς πρὸς πόλεμον [p. 448] ὄντων, καὶ τῶν πολεμίων παμπληθὲς ἀπ᾽ αὐτῶν ἀφεστηκότων ῾πολλὴ μὲν γὰρ θάλασσα πολλὴ δὲ καὶ γῆ, καὶ ὄρη καὶ ποταμοὺς δυσδιαβάτους [8] ἔχουσα, διὰ μέσου ἐστί᾽, τί ἄν τις φοβηθείη τὸν δεῖνα τὸν δεῖνα, γυμνούς, ἰδιωτεύοντας, ἐνταῦθά που ἐν μέσῃ τῇ σῇ ἀρχῇ ὄντας καὶ ἐντὸς τῶν σῶν ὅπλων κατακεκλειμένους 2 ; ἐγὼ μὲν γὰρ οὔτ᾽ ἂν ἐννοῆσαί τινα τοιοῦτον οὐδέν, οὔτ᾽ ἄν, εἰ 3 καὶ τὰ μάλιστα μανείη τις, δύνασθαί γέ τι πρᾶξαι νομίζω.

’”

1 h)=| R. Steph., h)=n M.

2 katakekleime/nous Dind., katakekleisme/nous M Xiph.

3 ei) supplied by Pflugk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: