This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ἐὰν δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι
βουλώμεθα, ἐπ̓ ἀσπίδα μεταβάλλεσθαι παραγγελοῦμεν
—ἡ δὲ μεταβολὴ τί σημαίνει πρότερον
εἴρηται—, εἶτ̓ ἀναστρέφειν ὅλον τὸ σύνταγμα,
ἔπειτα ἐξ ἀρχῆς τῶν λοχαγῶν ἠρεμούντων οἱ
λοιποὶ κατὰ ζυγὰ προαγέτωσαν, ἔπειτα μεταβαλλέσθωσαν,
ἐφ̓ ἃ ἐξ ἀρχῆς ἔνευον: ἔπειτα ὁ
δεξιὸς ἠρεμείτω λόχος, οἱ δὲ λοιποὶ ἐπ̓ ἀσπίδα
κλινέτωσαν καὶ προάγοντες ἀποκαθιστάθωσαν.
οὕτω γὰρ τὴν τάξιν, ἣν πρότερον εἶχεν, ἕκαστος ἀπολήψεται.