This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Ὁ δὲ ἐκ πάντων συλλοχισμὸς φάλαγξ, ἧς τὸ
τῶν λοχαγῶν τάγμα μέτωπον καὶ μῆκος καὶ
πρόσωπον καὶ στόμα καὶ παράταξις καὶ πρωτολοχία
καλεῖται καὶ πρῶτον ζυγόν: ὁ δὲ κατόπιν κείμενος
μετὰ τοῦτον στίχος τῶν ἐπιστατῶν κατὰ μῆκος
τῆς φάλαγγος δεύτερον ζυγόν, καὶ ὁ τούτῳ παράλληλος
ὑπ̓ αὐτὸν τρίτον, καὶ τέταρτόν ἐστι τὸ ὑπὸ
τοῦτον ζυγὸν καὶ πέμπτον ὡς αὔτως καὶ ἕκτον
καὶ ἑξῆς μέχρις οὐραγοῦ: κοινῶς δὲ πᾶν τὸ μετὰ
τὸ μέτωπον τῆς φάλαγγος βάθος ἐπονομάζεται
καὶ ὁ ἀπὸ λοχαγοῦ ἐπ̓ οὐραγὸν στίχος κατὰ βάθος.
[p. 256]