previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. α. περὶ Ὕδρωπος.

ὕδρωψ ἀτερπὲς μὲν ἐσιδεῖν πάθος, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήσκουσι γὰρ τόδε πάγχυ παῦροι ὑπ᾽ εὐτυχίης, καὶ θεῶν μᾶλλον τέχνης: τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα : εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη: ἔστι δὲ ἐς ἐπομβρίην Ρ῾εῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ὀμίχλη τῷ παντί.1 τροπὴ ὑγρῆς καὶ ψυχρῆς αἰτίης, ἐς τοιήνδε ἕξιν ἑτεροιούσης τὸν ἄνθρωπον. οὐ γὰρ τὸ ἐν τῇ κολίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθος τῇδέ ἐστι, ἀλλ᾽

[p. 92] ὅτε ξυμπαρομαρτέει τῇ νούσῳ ὄγκος, τὸ οἶδος, χροιὴ, ἠδὲ ἐς τὸ ὕδωρ ξυντήκουσα ἕξις, ὕδρωψτέ ἐστι καὶ καλέεται. κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφ᾽ ἕδρης ἔασι οἱ ὑδρωπιώδεες . μὲν οὖν πρωτίστη αἰτίη καχεξίη.

ἰδέαι δὲ πλεῦναι, ἧς ἀτὰρ ὄνομα ἕτερον καὶ ἕτερον. ἢν μὲν γὰρ παρέγχυσις ἔνυγρος ἐν τῇσι λαγόνεσι ἐμπλώῃ, καὶ ἀπὸ τῆς πρήσιος ἐν τοῖσι πατάγοισι δοκέῃ πως τυμπάνῳ, τυμπανίης κικλήσκεται. ἢν δὲ ὕδωρ ἅλις ἐς τὸ περιτόναιον ἐμπεριέχηται, ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν ἐπίκλησιν ἀσκίτην. ἢν δὲ αἱ λαγόνες μὲν μηδὲν τουτέων ἴσχωσι, τὸ πᾶν δὲ παροιδαίνῃ σκῆνος, ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ, φλεγματίης καλέεται. ἢν δὲ ἐς χυμὸν αἱμάλωπα, ὑδατώδεα, λεπτὸν, συντακῶσι αἱ σάρκες, ἀνὰ σάρκα γίγνεται ὕδρωψ: κακὴ μὲν ἑκάστου ξύστασις. κακίων δὲ πολλόν τι τῶνδε ἐπιμιξίη.2 τῶνδε γὰρ ἀμφὶ τὰς λαγόνας εἷς ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε: χαλεπώτατος δὲ, ἢν τυμπανία ς τῷ ἀνὰ σάρκα μιχθῇ. καὶ γὰρ ἰδίῃ τῶν μὲν ἀμφὶ τὰς λαγόνας, ἀσκίτου τυμπανίας χερείων, τῶν δὲ ὅλου τοῦ σκήνεος λευκοφλ εγματίας τοῦ ἀνὰ σάρκα μείων: ἐπιεικὴς μὲν ὦν, ἐν ἀπελπίστοισι, ἢν μείων ξυστῇ τῷ μείονι: κακίων δὲ εἴ τις τῶν μειόνων ἑνὶ τῶν μεζόνων ἐς τὠυτὸ ξυμβῇ: ἢν δὲ ἐς ἄκρας μίξις ἅμ᾽ ἥκηται δυοῖν μεγάλοιν, μέζον κακὸν τὸ ἔκγονον.

σημεῖα δὲ μέγιστα καὶ Ρ῾ήϊστα ἰδεῖν καὶ θιγέειν καὶ εἰσακοῦσαι : ἐπὶ μὲν τῷ ἀσκίτῃ ἰδέειν ὄγκον ἐν τῇσι λαγόσι, οἶδος ἀμφὶ τὼ πόδε: πρόσωπα δὲ καὶ βραχίονες καὶ τὰ ἄλλα ἰσχνὰ, οἰδέουσι ὄρχιές τε καὶ πόσθη, καὶ ξύμπας καυλὸς σκολιὸς ἐξ ἀνίσου τοῦ οἴδεος. θίγειν ἠδὲ ἐρείσαν τά πη τὴν [p. 93] χεῖρα κατὰ λαγόνα3 εἰσωθεῖν: τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει: ἀτὰρ καὶ ἐν τῇσι τοῦ ἀνθρώπου τῇδε τῇδε ἐπιστροφῇς ι, ἐς τὰς μετακλίσιας τὸ ὑγρὸν, ὄγκον τε καὶ κλύδωνα ποιέει, ἐσακούειν τε καὶ τοῦ κλύδωνος: ἀλλὰ κἤνπη τὸν δάκτυλον ἐρείσῃς, χῶρος γίγνεται κοῖλος, ἐς χρόνον τε πουλὺν μίμνει κοῖλος. τάδε μὲν τὰ ἀσκίτου.

τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων. ἢν γὰρ πατάξῃς τῇ χειρὶ, τὸ ἐπιγάστριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇσι ἐπιστροφῇσι. πνεῦμα γὰρ, κἢν μετακλιθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴσον πάντη μένει: ἢν δὲ ἐς ὀμίχλην καὶ ὕδωρ τρέπηται τὸ πνεῦμα, [1καὶ γὰρ ἀσκίτης ἀπὸ τυμπανίου,]1 ἀμείβεται μὲν, ἢν μὴ ἐς τέλος τραπῇ κοτε, ἡμιτελὴς μεταρρέων.

Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος, τὰς μὲν λαγόνας ἴοχοσι κενεὰς, οἰδαλέο ἔασι καὶ πρόσωπα καὶ βραχίον ας: ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται , ψυχρόν τε καὶ παχύ: τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες: παχὺ δὲ τὸ ἐπιγάστριο ν ἀπὸ τοῦ οἴδεος: μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης : ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοει δέα , ἰχώρτε αἱμάλωπος, ὁκοῖος Ρ῾έει ἀπὸ ἐντέρων ἕλκεσι: τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, χυμὸς ἐκρέει: δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα.

ξύμπασι δὲ ὁμοῦ ξύνεστι, ὦχρος, δύσπνοια, βὴξ, ἄλλοτε καὶ ἄλλοτε νωθέες, ὄκνος πουλὺς, ἀπόσιτοι : ἢν δέ τι προσαίρωνται, κἢν βραχὺ καὶ ἄφυσον, φυσώδεες, διατάσιες ὡς ἀπὸ [p. 94] πλησμονῆς: ἄνικμοι, διὸ οὐδὲ ἐπὶ λουτροῖσι ἰκμαλέοι. λευκοὶ, γυναικώδεες: οἱ δὲ ἀνὰ σάρκα, μελάγχλωροι, μελανόφλεβες. ἀσκίτῃσι μὲν καὶ τυμπανίῃσι ἐπιφανέες καὶ ἐν προσώπῳ4 καὶ καρποῖσι καὶ ἐπιγαστρίῳ. ἐπὶ δὲ τοῖσι ἀνὰ σάρκα καὶ τῷ φλεγματίῃ οἴδεϊ ἅπαντα κρύπτεται, ὕπνοι βαρέες, νωθροὶ, σμικροὶ, ἀψυχίη, σμικρολογίη, φιλοζωΐη. καρτερίη οὐκ ἀπ᾽ εὐθυμίης καὶ εὐελπιστίης ὅκως τοῖσι ἐν εὐτυχίῃ, ἀλλ᾽ ἐξ αὐτέου τοῦ πάθεος: οὔτι φατὸν τὴν αἰτίην, θωυμάσαι δὲ τόδε μέγα, ἐπὶ μέν γε ἄλλοισι οὐ πάμπαν ὀλεθρίοισι οἱ νοσέοντες ἄθυμοι, κατηφέεσς, ἐράται τοῦ θανάτου : ἐπὶ δὲ τισι εὐέλπιδες καὶ φιλόζωοι γίγνονται. ἄμφω δὲ τὰ ἐναντία τίκτουσι αἱ νοῦσοι.

γίγνεται ὕδρωψ καὶ ἐξαπίνης κοτὲ ἐπ᾽ ἀθρόῃ ψυχροποσίῃ, ἢν ὑπὸ δίψιος: χανδὸν πολὺ ψυχρὸν ἐγχέ ὕδωρ, οἶτα τὸ ὑγρὸν ἐς περιτόναιον ἐνεχθῇ δι᾽ δὲ τῇς͵ʹ κοιλίῃσι τὸ ἔμφυτον θερμὸν κατεψύχθη, ἔπειτα εἰς τοὺς κενεῶνας σταγόνες ἐκρέουσι, αἳ πρόσθεν εἰς διαπνοὴν ἐξηερούμεναι διεφοροῦντο. τόδε οὖν εἰ γίγνεται, Ρ῾ηϊτέρη τ ῶνδε ἴησις, πρίν τι τῶν σπλάγχνων ὅλον τὸν ἄνθρωπον παθεῖν. ἀτὰρ ἠδὲ ἔδεσμα φυσῶδες καὶ ἀπεψίη καὶ βούπρηστις ἔτεκον ὕδρωπας.

ἔστι δὲ ξυνὸν πάντων τὸ κακὸν, ἀνδρῶν, γυναικῶν, ἡλικίης πάσης, ὁκόσον ἄλλοι ἐς ἄλλο εἶδος ἔασι ὡραῖοι, ἀνὰ σαρκα παῖδες ἠδὲ τοῦ λευκοῦ φλέγματος: νέοι δὲ μέχρι ἀκμῆς, οἱ κατὰ λαγόνας πλήσμιοι : γέροντες μὲν πάντα παθέεειν ἐτοῖμοι, ἀπόθερμοι: ψυχρὸν γὰρ τὸ γῆρας: ἀλλ᾽ ἐς ὑγροῦ πλῆθος ἔασι ἀναίτιοι. τοῖσδε οὖν τυμπανίης ξυνήθης.

ἅπαντα μὲν οὖν πονηρὰ τὰ εἴδεά ἐστι:5 ὕδρωψ γὰρ πάντων τῶν νοσημάτων κακόν: ἀλλὰ τουτέων λευκοφλεγματίης

[p. 95] μὲν εὐηθέστερος. πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε εὐτυχίη ἱδρῶτος οὔρων, κοιλίη κοτὲ ἐπ᾽ αὐτέοις κατερράγη, λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ δὲ τυμπανίης, καὶ τοῦδε ἀνὰ σάκρα μᾶλλον: τὸν δὲ ἰητρὸν ἐν τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ θεοῖσι Ρ῾ηΐτερον.

Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε ἄνθρωπος, κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ , πνεύμονα μοῦνον, ἧπαρ, σπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑστέρη.6 καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη. ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος, ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει ἔξω. ἢν δὲ πνεῦμα, ἐξεφυσήθη τόδε: ἢν δέ τι ἀνὰ σάρκα ὑστέρη πάθῃ, ὡς ἐπίπαν ὅλη ἄνθρωπος ὑδεριᾷ.

ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε γιγνώσκεται, κύστιες σμικραὶ, συχναὶ, πλήρεες ὑγροῦ, ἐγκέονται τῷ χωρίῳ ἔνθα ἀσκίτης ξυνίσταται : ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ: τέκμαρ δέ: ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ, ἔνδοθεν ἂν ἐπέφραξεν κύστις, κἢν τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέεει : τόδε μέντοι τὸ εἶδος οὐκ εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος: λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε δι᾽ ἐντέρων τοιαίδε κύστιες : ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω: οὐδὲ γὰρ περὶ αὐτέων τι λέξω ἔχω: εἴτε γὰρ ἐκ τοῦ κώλου, τῆς γαστρὸς φορὴ, τίς τρόπος τῆς ξυστάσιος; ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων δι᾽ ἕδρης εὔροος: δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν λαγόνι ξυλλογῆς, ἄπιστος τῶν ἐντέρων Ρ῾αγή. οὐ γὰρ ἀσινὲς οὐδ᾽ ἀνώλεθρον τρωθὲν ἔντερον.7

[p. 96]

1 petit and Wigan suggest πνεῦμα instead of Ρ῾εῦμα; but the former reading is defended by Ermerins. Though the general import of the passage be obvious, there is still something unsatisfactory in the language. Of course, reference is here made by our author to the saying of Heraclitus, as told by Diogenes Laertius. The philosopher having become dropsical, proposed a riddle to his physicians: — “If from rainy weather they could make dryness” — εἰ δύναιντο ἐξ ἑπομβρίης αὐχμὸν ποιῆσαι.

2 i have followed Crassus, Petit, and Wigan in suppressing οὐ before κακίων; and am surprised that Ermerins should have persisted in retaining the negative.

3 i have followed Wigan and Ermerins in adopting this reading, instead of κατὰ λόγον; which, however, does not seem to me so unsuitable as they represent.

4 this is the reading suggested by Wigan in place of εὐπρόσωποι.

5 the text is not in a satisfactory state; but yet I cannot bring myself to adopt the multifarious alterations introduced by Ermerins.

6 it seems difficult to account for this term being in the nominative, while those of all the other organs are in the accusative; yet we find it so in all the mss. and editions.

7 The text in the last part of this chapter is corrupt. Should we not read διὰ before τῶν, κ ... λ.?

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: