Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[4]
εἰ
μὲν οὖν ἐστί σοὶ θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι, ταῖς ἐμαῖς συμφοραῖς, ὦ γενναῖε, χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησον Οὐολούσκων τὴν ἐμὴν ἀτυχίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς, ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ τοῖς πολεμίοις τῶν ἀγνοούντων. εἰ δ᾽ ἀπείρηκας, οὔτ᾽ ἐγὼ βούλομαι ζῆν
οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν ἄνδρα καὶ πολέμιον, νῦν δ᾽ ἀνωφελῆ καὶ ἄχρηστον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.