Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὁ δὲ
Μάρκιος ἀναβοήσας: ‘οἷα εἴργασαί με, ὦ μῆτερ ,’ ἐξανίστησιν αὐτὴν, καὶ τὴν δεξιὰν πιέσας σφόδρα: ‘νενίκηκας,’
εἶπεν, ‘εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δ᾽ ὀλέθριον: ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης ἡττώμενος.’ τοῦτο δ᾽ εἰπὼν, καὶ βραχέα τῇ μητρὶ καὶ τῇ γυναικὶ διαλεχθεὶς ἰδίᾳ, τὰς μὲν ἀπέπεμψεν εἰς Ῥώμην πάλιν αὐτὰς δεομένας, τῆς δὲ νυκτὸς παρελθούσης ἀπήγαγεν Οὐολούσκους, οὐ τὸν αὐτὸν τρόπον οὐδ᾽ ὁμοίως διακειμένους ἅπαντας,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.