Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἦν δὲ
τοῖς μὲν ἄλλοις ἡ δόξα τῆς ἀρετῆς τέλος, ἐκείνῳ δὲ τῆς δόξης ἡ τῆς μητρὸς εὐφροσύνη, τὸ
[p. 126]
γὰρ ἐκείνην ἐπαινούμενον ἀκοῦσαι καὶ στεφανούμενον ἰδεῖν καὶ περιβαλεῖν δακρύουσαν ὑφ᾽ ἡδονῆς ἐντιμότατον αὑτὸν ἐνόμιζε ποιεῖν καὶ μακαριώτατον. τοῦτο δ᾽ ἀμέλει καὶ τὸν Ἐπαμεινώνδαν φασὶν ἐξομολογήσασθαι τὸ πάθος, εὐτυχίαν ποιούμενον αὑτοῦ μεγίστην ὅτι τὴν ἐν Λεύκτροις στρατηγίαν αὐτοῦ καὶ νίκην ὁ πατὴρ καὶ ἡ μήτηρ ἔτι ζῶντες ἐπεῖδον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.