previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῇ δ᾽ ἑξῆς ἡμέρᾳ παρῆν Ταρκύνιος καὶ συναχθέντος τοῦ συλλόγου μικρά θ᾽ ὑπὲρ τοῦ χρονισμοῦ προειπὼν ὑπὲρ τῆς ἡγεμονίας εὐθὺς ἐποιεῖτο [p. 81] λόγους ὡς κατὰ τὸ δίκαιον αὑτῷ προσηκούσης, ἐπειδὴ Ταρκύνιος αὐτὴν κατέσχεν πάππος αὐτοῦ πολέμῳ κτησάμενος, καὶ τὰς συνθήκας παρείχετο τὰς γενομένας ταῖς πόλεσι πρὸς ἐκεῖνον. [2] πολὺν δὲ λόγον ὑπὲρ τοῦ δικαίου καὶ τῶν ὁμολογιῶν διεξελθὼν καὶ μεγάλα τὰς πόλεις εὐεργετήσειν ὑποσχόμενος, ἐὰν ἐν τῇ φιλίᾳ διαμείνωσι, τελευτῶν ἔπειθεν αὐτοὺς ἐπὶ τὸ Σαβίνων ἔθνος συστρατεύειν. [3] ὡς δ᾽ ἐπαύσατο λέγων, παρελθὼν Τύρνος καὶ τὸν ὀψισμὸν αὐτοῦ διαβαλὼν οὐκ εἴα τοὺς συνέδρους παραχωρεῖν τῷ ἀνδρὶ τῆς ἀρχῆς, ὡς οὔτε κατὰ τὸ δίκαιον αὐτῷ προσηκούσης οὔτ᾽ ἐπὶ τῷ συμφέροντι τῶν Λατίνων δοθησομένης: καὶ πολλοὺς ὑπὲρ ἀμφοτέρων διεξῆλθε λόγους τὰς μὲν συνθήκας, ἃς ἐποιήσαντο πρὸς τὸν πάππον αὐτοῦ παραδιδόντες τὴν ἡγεμονίαν, λελύσθαι λέγων μετὰ τὸν ἐκείνου θάνατον διὰ τὸ μὴ προσγεγράφθαι ταῖς ὁμολογίαις τὴν αὐτὴν εἶναι δωρεὰν καὶ τοῖς Ταρκυνίου ἐγγόνοις, τὸν δ᾽ ἀξιοῦντα τῶν τοῦ πάππου δωρεῶν κληρονομεῖν ἁπάντων ἀνθρώπων παρανομώτατον ἀποφαίνων καὶ πονηρότατον καὶ τὰς πράξεις αὐτοῦ διεξιών, ἃς ἐπὶ τῷ [4] κατασχεῖν τὴν Ῥωμαίων ἀρχὴν ἐπετελέσατο. διεξελθὼν δὲ πολλὰς αὐτοῦ καὶ δεινὰς κατηγορίας τελευτῶν ἐδίδασκεν, ὡς οὐδὲ τὴν βασιλείαν εἶχε τὴν Ῥωμαίων κατὰ νόμους παρ᾽ ἑκόντων λαβὼν ὥσπερ οἱ πρὸ αὐτοῦ βασιλεῖς, ὅπλοις δὲ καὶ βίᾳ κατισχύσας τυραννικήν τε μοναρχίαν καταστησάμενος τοὺς μὲν ἀποκτείνοι τῶν πολιτῶν, τοὺς δ᾽ ἐξελαύνοι τῆς πατρίδος, τῶν δὲ περικόπτοι [p. 82] τὰς οὐσίας, ἁπάντων δ᾽ ἅμα τὴν παρρησίαν καὶ τὴν ἐλευθερίαν ἀφαιροῖτο: πολλῆς τε μωρίας ἔφη καὶ θεοβλαβείας εἶναι παρὰ πονηροῦ καὶ ἀνοσίου τρόπου χρηστόν τι καὶ φιλάνθρωπον ἐλπίζειν καὶ νομίζειν, ὡς τῶν συγγενεστάτων τε καὶ ἀναγκαιοτάτων μὴ φεισάμενος τῶν ἀλλοτρίων φείσεται: παρῄνει τε τέως οὔπω τὸν χαλινὸν εἰλήφασι τῆς δουλείας περὶ τοῦ μὴ λαβεῖν αὐτὸν διαμάχεσθαι, ἐξ ὧν ἕτεροι πεπόνθασι δεινῶν τεκμαιρομένους, συμβήσεται παθεῖν αὐτοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: