previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταρκύνιος δὲ μετὰ τοῦτο τὸ ἔργον ἀναπαύσας τὸν λεὼν τῶν στρατειῶν καὶ πολέμων περὶ τὴν κατασκευὴν τῶν ἱερῶν ἐγίνετο τὰς τοῦ πάππου προθυμούμενος εὐχὰς ἐπιτελέσαι. ἐκεῖνος γὰρ ἐν τῷ τελευταίῳ πολέμῳ μαχόμενος πρὸς Σαβίνους εὔξατο τῷ Διὶ καὶ τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ, ἐὰν κρατήσῃ τῇ μάχῃ, ναοὺς αὐτοῖς κατασκευάσειν: καὶ τὸν μὲν σκόπελον, ἔνθα ἱδρύσεσθαι τοὺς θεοὺς ἔμελλεν, ἀναλήμμασί τε καὶ χώμασι μεγάλοις ἐξειργάσατο, καθάπερ ἔφην ἐν τῷ πρὸ τούτου λόγῳ, τὴν δὲ τῶν ναῶν κατασκευὴν οὐκ ἔφθη τελέσαι. τοῦτο δὴ τὸ ἔργον Ταρκύνιος ἀπὸ τῆς δεκάτης τῶν ἐκ Συέσσης λαφύρων ἐπιτελέσαι προαιρούμενος ἅπαντας τοὺς τεχνίτας ἐπέστησε ταῖς ἐργασίαις. [2] ἔνθα δὴ λέγεται τέρας τι θαυμαστὸν ὑπόγειον ὀρυττομένων τε τῶν θεμελίων καὶ τῆς ὀρυγῆς εἰς πολὺ βάθος ἤδη προϊούσης, εὑρῆσθαι κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου τό τε πρόσωπον ἔχουσα [p. 100] τοῖς ἐμψύχοις ὅμοιον καὶ τὸ καταφερόμενον ἐκ τῆς ἀποτομῆς αἷμα θερμὸν ἔτι καὶ νεαρόν. [3] τοῦτο τὸ τέρας ἰδὼν Ταρκύνιος τοῦ μὲν ὀρύγματος ἐπισχεῖν ἐκέλευσε τοὺς ἐργαζομένους: συγκαλέσας δὲ τοὺς ἐπιχωρίους μάντεις ἐπυνθάνετο παρ᾽ αὐτῶν, τί βούλεται σημαίνειν τὸ τέρας. οὐδὲν δ᾽ αὐτῶν ἀποφαινομένων, ἀλλὰ Τυρρηνοῖς ἀποδιδόντων τὴν περὶ τῶν τοιούτων ἐπιστήμην ἐξετάσας παρ᾽ αὐτῶν καὶ μαθὼν τὸν ἐπιφανέστατον τῶν ἐν Τυρρηνοῖς τερατοσκόπων, ὅστις ἦν, πέμπει τῶν ἀστῶν τοὺς δοκιμωτάτους πρέσβεις πρὸς αὐτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: