previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. οὖν Καῖσαρ ἐς μὲν τὴν Μακεδονίαν οὐδὲ ἐπείρασε τότε πλεῦσαι ῾πλοίων τε γὰρ ἠπόρει ἅμα καὶ περὶ τῇ Ἰταλίᾳ 1 ἐδεδίει, μὴ αὐτὴν ἐκ τῆς Ἰβηρίας οἱ τοῦ Πομπηίου ὑποστράτηγοι ἐπελθόντες κατάσχωσἰ, τὸ δὲ δὴ Βρεντέσιον διὰ φυλακῆς, τοῦ μή τινα τῶν ἀπηρκότων [2] ἀναπλεῦσαι, ποιησάμενος πρός τε τὴν Ῥώμην ἦλθε, καὶ τῆς γερουσίας οἱ ἔξω τοῦ πωμηρίου ὑπό τε τοῦ Ἀντωνίου καὶ ὑπὸ τοῦ Λογγίνου παρασκευασθείσης ῾ἐκπεσόντες γὰρ ἐξ αὐτῆς τότε αὐτὴν ἤθροισαν᾽ ἐδημηγόρησε πολλὰ καὶ ἐπιεικῆ, ὅπως πρός τε τὸ παρὸν εὔνοιαν αὐτοῦ καὶ πρὸς [3] τὸ μέλλον ἐλπίδα χρηστὴν λάβωσιν. ἐπειδὴ γὰρ τοῖς τε γιγνομένοις ἀχθομένους καὶ ἐς τὸ στρατιωτικὸν [p. 30] πλῆθος ὑποπτεύοντας αὐτοὺς ἑώρα, παραμυθήσασθαι καὶ τιθασεῦσαί σφας τρόπον τινὰ ἠθέλησεν, ἵνα τά γε ἐκείνων, ἕως ἂν διαπολεμήσῃ, [4] ἐν ἡσυχίᾳ μείνῃ. καὶ διὰ τοῦτ᾽ οὔτ᾽ ᾐτιάσατό τινα οὔτ᾽ ἠπείλησέ τινι οὐδέν, ἀλλὰ καὶ καταδρομὴν κατὰ τῶν πολεμεῖν πολίταις ἐθελόντων οὐκ ἄνευ ἀρῶν ἐποιήσατο, καὶ τὸ τελευταῖον πρέσβεις ὑπέρ τε τῆς εἰρήνης καὶ ὑπὲρ 2 τῆς ὁμονοίας σφῶν παραχρῆμα πρός τε τοὺς ὑπάτους καὶ πρὸς τὸν Πομπήιον πεμφθῆναι ἐσηγήσατο.

1 th=| *)itali/a| Reim., th\n i)tali/an L.

2 u(pe\r Bk., peri\ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: