previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. οἱ μέντοι Μασσαλιῶται μόνοι τῶν ἐν τ̣̣̔̓ Γαλατίᾳ οἰκούντων οὔτε συνήραντο τῷ Καίσαῥ̣̣̓ οὔτε ἐς τὴν πόλιν ἐσεδέξαντο, ἀλλὰ καὶ ἀπόκρισιν [2] αὐτῷ ἀξιομνημόνευτον ἔδοσαν: τῷ τε γὰρ δήμῳ [p. 36] τῶν Ῥωμαίων συμμαχεῖν καὶ ἐκείνοις ἐπιτηδείως ἀμφοτέροις ἔχειν, καὶ μήτε πολυπραγμονεῖν τ̣̣̔̓ μήθ᾽ ἱκανοὶ διακρῖναι πότερος αὐτῶν ἀδικεῖ εἶνἁ̣̣̓ ἔφασαν, ὥστε εἰ μέν τις ὡς φίλος ἐθέλοι πρὸς σφᾶς ἐλθεῖν, κἂν 1 ἀμφοτέρους αὐτοὺς ἄνευ τῶν ὅπλων δέξασθαι ἔλεγον, ἐπὶ πολέμῳ δὲ οὐδέτερον. [3] καταστάντες τε 2 ἐς πολιορκίαν αὐτόν τε ἐκεῖνον ἀπεκρούσαντο, καὶ τῷ Τρεβωνίῳ τῷ τε Βρούτῳ τῷ Δεκίμῳ 3 μετὰ τοῦτο προσεδρεύσασί σφισιν ἐπὶ πλεῖστον ἀντέσχον. γὰρ Καῖσαρ χρόνον μέν τινα, ὡς καὶ ῥᾳδίως αὐτοὺς αἱρήσων, προσεκαρτέρησε ῾καὶ γὰρ αὐτῷ δεινὸν ἐδόκει εἶναι ὅτι καὶ τῆς Ῥώμης ἀμαχεὶ κρατήσας ὑπὸ [4] Μασσαλιωτῶν οὐκ ἐδέχετὀ, ἔπειτ᾽ ἐπειδὴ ἀντήρκουν, ἐκείνους μὲν ἑτέροις προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰβηρίαν ἠπείχθη.

1 ka)\n Kübler, kai\ L.

2 katasta/ntes te Bk., katasta/nte L.

3 *deki/mw| R. Steph., deki/wi L (and so fre#3uently'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: