previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. μετὰ δὲ ταῦτα οἱ μὲν Βοιωτοὶ κατὰ τὰς προνομὰς ζωγρήσαντες οὐκ ὀλίγους τῶν μισθοφόρων, προαγαγόντες πρὸ τῆς πόλεως ἐκήρυξαν ὅτι τούσδε τοὺς ἄνδρας οἱ Ἀμφικτύονες στρατευσαμένους μετὰ τῶν ἱεροσύλων θανάτῳ κολάζουσιν: εὐθὺς δὲ καὶ τῶν ἔργων τοῖς λόγοις ἀκολουθούντων ἅπαντας κατηκόντισαν. [2] ἐπὶ δὲ τούτοις οἱ παρὰ τοῖς Φωκεῦσι μισθοφόροι παροξυνθέντες ἠξίουν τὸν Φιλόμηλον τῆς ὁμοίας τιμωρίας ἀξιῶσαι τοὺς πολεμίους, μεγάλην δὲ φιλονεικίαν εἰσενεγκάμενοι καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν πλανωμένων παρὰ τοῖς πολεμίοις ζωγρήσαντες ἀνήγαγον, οὓς ἅπαντας Φιλόμηλος κατηκόντισε. διὰ δὲ ταύτης τῆς κολάσεως τοὺς ἐναντίους ἐποίησαν μεθέσθαι τῆς ὑπερηφάνου καὶ δεινῆς τιμωρίας. [3] μετὰ δὲ ταῦτα τῶν δυνάμεων εἰς ἄλλην χώραν ἐμβαλουσῶν καὶ τὴν ὁδοιπορίαν ποιουμένων διὰ τόπων καταδένδρων καὶ τραχέων ἄφνω συνέμιξαν ἀλλήλοις οἱ προηγούμενοι τῆς στρατιᾶς. γενομένης δὲ συμπλοκῆς, εἶτα μάχης ἰσχυρᾶς οἱ Βοιωτοὶ τῷ πλήθει πολὺ προέχοντες ἐνίκησαν τοὺς Φωκεῖς. [4] τῆς δὲ φυγῆς γινομένης διὰ τόπου κρημνώδους καὶ δυσεξίτου πολλοὶ τῶν τε Φωκέων καὶ μισθοφόρων κατεκόπησαν: δὲ Φιλόμηλος ἐκθύμως ἀγωνισάμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν εἴς τινα κρημνώδη τόπον συνεκλείσθη: οὐκ ἔχων δὲ διέξοδον καὶ φοβούμενος τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν κατεκρήμνισε καὶ τοῦτον τὸν τρόπον δοὺς τῷ δαιμονίῳ δίκας κατέστρεψε τὸν βίον. [5] δὲ συνάρχων αὐτῷ στρατηγὸς Ὀνόμαρχος διαδεξάμενος τὴν ἡγεμονίαν καὶ μετὰ τῆς ἀνασωζομένης δυνάμεως ἀναχωρήσας ἀνελάμβανε τοὺς ἐκ τῆς φυγῆς ἐπανιόντας. [6]

ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος τῶν Μακεδόνων βασιλεὺς Μεθώνην μὲν ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε, Παγασὰς δὲ χειρωσάμενος ἠνάγκασεν ὑποταγῆναι. κατὰ δὲ τὸν Πόντον Λεύκων τοῦ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τεσσαράκοντα, τὴν δὲ ἀρχὴν διαδεξάμενος Σπάρτακος υἱὸς ἐβασίλευσεν ἔτη πέντε. [7] Ῥωμαίοις δὲ πρὸς Φαλίσκους συνέστη πόλεμος καὶ μέγα μὲν οὐδὲν οὐδ᾽ ἄξιον μνήμης ἐπετελέσθη, καταδρομαὶ δὲ καὶ πορθήσεις τῆς χώρας τῶν Φαλίσκων ἐγίνοντο. κατὰ δὲ τὴν Σικελίαν Δίωνος τοῦ στρατηγοῦ σφαγέντος ὑπὸ Ζακυνθίων τινῶν μισθοφόρων τὴν ἡγεμονίαν διεδέξατο Κάλλιππος τούτους πρὸς τὸν φόνον παρασκευάσας καὶ ἦρξε μῆνας τρεισκαίδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: