previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

71.

κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος τὰς ἐπὶ Θρᾴκῃ πόλεις Ἑλληνίδας εἰς εὔνοιαν προκαλεσόμενος ἐστράτευσεν ἐπὶ Θρᾴκην. Κερσοβλέπτης γὰρ βασιλεὺς τῶν Θρᾳκῶν διετέλει τὰς ἐφ᾽ Ἑλλησπόντῳ πόλεις ὁμορούσας τῇ Θρᾴκῃ καταστρεφόμενος καὶ τὴν χώραν καταφθείρων. [2] βουλόμενος οὖν ἐμφράξαι τῶν βαρβάρων τὴν ὁρμὴν ἐστράτευσεν ἐπ᾽ αὐτοὺς σὺν πολλῇ δυνάμει. νικήσας δὲ πλείοσι μάχαις τοὺς Θρᾷκας τοῖς μὲν καταπολεμηθεῖσι βαρβάροις προσέταξε δεκάτας τελεῖν τοῖς Μακεδόσιν, αὐτὸς δ᾽ ἐν τοῖς ἐπικαίροις τόποις κτίσας ἀξιολόγους πόλεις ἔπαυσε τοῦ θράσους τοὺς Θρᾷκας. διόπερ αἱ τῶν Ἑλλήνων πόλεις ἀπολυθεῖσαι τῶν φόβων εἰς τὴν συμμαχίαν τοῦ Φιλίππου προθυμότατα κατετάχθησαν. [3]

τῶν δὲ συγγραφέων Θεόπομπος Χῖος ἐν τῇ τῶν Φιλιππικῶν ἱστορίᾳ κατέταξε τρεῖς βύβλους περιεχούσας Σικελικὰς πράξεις: ἀρξάμενος δὲ ἀπὸ τῆς Διονυσίου τοῦ πρεσβυτέρου τυραννίδος διῆλθε χρόνον ἐτῶν πεντήκοντα καὶ κατέστρεψεν εἰς τὴν ἔκπτωσιν Διονυσίου τοῦ νεωτέρου. εἰσὶ δὲ αἱ βύβλοι τρεῖς, ἀπὸ τῆς μιᾶς τεσσαρακοστῆς ἄχρι τῆς τρίτης καὶ τεσσαρακοστῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: