previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

90.

κατὰ δὲ τὴν Σικελίαν Τιμολέων Κορίνθιος ἅπαντα τοῖς Συρακοσίοις καὶ τοῖς Σικελιώταις κατωρθωκὼς ἐτελεύτησε, στρατηγήσας ἔτη ὀκτώ. οἱ δὲ Συρακόσιοι μεγάλως ἀποδεδεγμένοι τὸν ἄνδρα διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν μεγαλοπρεπῶς ἔθαψαν αὐτὸν καὶ κατὰ τὴν ἐκφορὰν ἀθροισθέντος τοῦ πλήθους τόδε τὸ ψήφισμα ἀνηγόρευσεν Δημήτριος ὃς ἦν μεγαλοφωνότατος τῶν τότε κηρύκων: ἐψήφισται δᾶμος τῶν Συρακοσίων Τιμολέοντα Τιμαινέτου Κορίνθιον τόνδε θάπτειν μὲν ἀπὸ διακοσιᾶν μνᾶν, τιμᾶσθαι δὲ εἰς τὸν ἅπαντα χρόνον ἀγώνεσσι μουσικοῖς καὶ ἱππικοῖς καὶ γυμνικοῖς, ὅτι τοὺς τυράννους καταλύσας καὶ τοὺς βαρβάρους καταπολεμήσας καὶ τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀνοικίσας αἴτιος ἐγενήθη τᾶς ἐλευθερίας τοῖς Σικελιώταις. [2]

περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀριοβαρζάνης μὲν ἐτελεύτησεν βασιλεύσας ἔτη εἴκοσι καὶ ἕξ, τὴν δὲ βασιλείαν διαδεξάμενος Μιθριδάτης ἦρξεν ἔτη πέντε πρὸς τοῖς τριάκοντα. Ῥωμαῖοι δὲ πρὸς Λατίνους καὶ Καμπανοὺς παραταξάμενοι περὶ πόλιν Σούεσσαν ἐνίκησαν καὶ τῶν ἡττηθέντων μέρος τῆς χώρας ἀφείλοντο. δὲ κατωρθωκὼς τὴν μάχην Μάλλιος ὕπατος ἐθριάμβευσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: