previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

67.

Καρχηδόνιοι δὲ βραχὺ πρὸ τούτων τῶν καιρῶν πυθόμενοι τὸ μέγεθος τοῦ κατὰ Σικελίαν ἐσομένου πολέμου ταῖς μὲν κατὰ Σικελίαν συμμαχίσι πόλεσι φιλανθρώπως προσεφέροντο καὶ πρὸς τοὺς κατὰ τὴν νῆσον τυράννους τὴν διαφορὰν καταλύσαντες φιλίαν συνέθεντο, μάλιστα δὲ πρὸς Ἱκέταν τὸν τῶν Συρακοσίων δυναστεύοντα διὰ τὸ τοῦτον πλεῖον ἰσχύειν, [2] αὐτοὶ δὲ πολλὴν δύναμιν ναυτικήν τε καὶ πεζικὴν παρασκευασάμενοι διεβίβασαν εἰς Σικελίαν, Ἄννωναστρατηγὸν ἐπιστήσαντες. εἶχον δὲ μακρὰς ναῦς ἑκατὸν καὶ πεντήκοντα, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισμυρίους, ἅρματα δὲ τριακόσια, συνωρίδας δὲ ὑπὲρ τὰς δισχιλίας, χωρὶς δὲ τούτων ὅπλα καὶ βέλη παντοδαπὰ καὶ μηχανὰς πολιορκητικὰς παμπληθεῖς καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλῆθος ἀνυπέρβλητον. [3] ἐπὶ πρώτην δὲ τὴν τῶν Ἐντελλίνων πόλιν ἐλθόντες τήν τε χώραν ἐδῄωσαν καὶ τοὺς ἐγχωρίους εἰς πολιορκίαν συνέκλεισαν. οἱ δὲ τὴν πόλιν κατοικοῦντες Καμπανοὶ καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως ἐξέπεμψαν εἰς τὰς ἄλλας πόλεις τὰς ἀλλοτρίως διακειμένας πρὸς Καρχηδονίους περὶ βοηθείας. τῶν μὲν οὖν ἄλλων οὐδεὶς ὑπήκουσεν, οἱ δὲ τὴν Γαλερίαν πόλιν οἰκοῦντες ἐξέπεμψαν αὐτοῖς στρατιώτας ὁπλίτας χιλίους. τούτοις δ᾽ ὑπαντήσαντες οἱ Φοίνικες καὶ περιχυθέντες τῷ πλήθει πάντας κατέκοψαν. [4] οἱ δὲ τὴν Αἴτνην κατοικοῦντες Καμπανοὶ τὸ μὲν πρῶτον παρεσκευάζοντο συμμαχίαν ἐκπέμπειν εἰς τὴν Ἔντελλαν διὰ τὴν συγγένειαν, μετὰ δὲ ταῦτα τὴν τῶν Γαλερίνων συμφορὰν ἀκούσαντες ἔκριναν ἡσυχίαν ἄγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (4):
    • Dictionary of Greek and Roman Geography (1854), AETNA
    • Dictionary of Greek and Roman Geography (1854), GALA´RIA
    • Smith's Bio, Hanno
    • Smith's Bio, Hi'cetas
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: