Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[118]
καὶ τῶν μὲν ἄλλων ἔσθ᾽ ἑκάστῳ τις πρόφασις: ὁ μὲν οὐχ ὑπεύθυνος ἦν, ὁ δ᾽ οὐχὶ παρῆν ἴσως, τῷ δὲ κηδεστής ἐστιν ἐκεῖνος: τούτῳ δ᾽ οὐδὲν τούτων. ἀλλ᾽ οὕτω καθάπαξ πέπρακεν ἑαυτὸν καὶ οὐκ ἐπὶ τοῖς παρεληλυθόσιν μεμισθάρνηκεν μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα δῆλός ἐστιν, ἄν περ ἐκφύγῃ νῦν, καθ᾽ ὑμῶν ὑπάρξων ἐκείνῳ, ὥσθ᾽ ἵνα μηδὲν ἐναντίον μηδὲ ῥῆμα πρόηται Φιλίππῳ οὐδ᾽ ἀφιέντων ἀφίεται, ἀλλ᾽ ἀδοξεῖν, κρίνεσθαι, πάσχειν ὁτιοῦν αἱρεῖται παρ᾽ ὑμῖν μᾶλλον ἢ Φιλίππῳ τι ποιῆσαι μὴ πρὸς ἡδονήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.