Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[187]
ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, ‘οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν.’ πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδέν᾽ ἐρῶ, τὰς δ᾽ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφ᾽ ὧν ἕκαστ᾽ ἐξηπάτησθ᾽ ὑπομνήσω, ἵν᾽ εἰδῆθ᾽ ὅτι τὸ ψυχρὸν τοῦτ᾽ ὄνομα, τὸ ‘ἄχρι κόρου,’ παρελήλυθ᾽ ἐκεῖνος φενακίζων ὑμᾶς.“Ἐπιστολαί Φιλίππου”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.