Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[214]
ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτ᾽, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δ᾽ Αἰσχίνης οὑτοσί, Φίλιππος δ᾽ ἦν ὁ κρίνων, εἶτ᾽ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατ᾽ αὐτὸ τοῦτ᾽ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρ᾽ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει; μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλ᾽ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετ᾽ ἀπολογεῖσθαι. λέγε τὴν μαρτυρίαν.“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.