Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[175]
εἶθ᾽ ὁ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτ᾽ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δ᾽ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδ᾽ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δ᾽ αὐτὸν ἐν Φεραῖς τὴν νύκτ᾽ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδ᾽ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντ᾽ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδ᾽ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι, καὶ τὸ τελευταῖον ὁ βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.