Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[268]
ταῦθ᾽ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ καλῶς πᾶσιν Ἕλλησι καὶ βαρβάροις δοκεῖτ᾽ ἐψηφίσθαι κατ᾽ ἀνδρῶν προδοτῶν καὶ θεοῖς ἐχθρῶν. ἐπειδὴ τοίνυν τὸ δωροδοκεῖν πρότερον τοῦ τὰ τοιαῦτα ποιεῖν ἐστι καὶ δι᾽ ἐκεῖνο καὶ τάδε πράττουσί τινες, ὃν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δωροδοκοῦντ᾽ ἴδητε, τοῦτον καὶ προδότην εἶναι νομίζετε. εἰ δ᾽ ὁ μὲν καιρούς, ὁ δὲ πράγματα, ὁ δὲ στρατιώτας προδίδωσιν, ὧν ἂν ἕκαστος, οἶμαι, κύριος γένηται, ταῦτα διαφθείρει: μισεῖν δ᾽ ὁμοίως τοὺς τοιούτους πάντας προσήκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.