previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παυσαμένῳ δὲ τῷ πολέμῳ τὴν στάσιν ἐπήγειρον αὖθις οἱ δημαγωγοί, καινὴν μὲν οὐδεμίαν αἰτίαν ἔχοντες οὐδ᾽ ἔγκλημα δίκαιον, δὲ ταῖς προτέραις αὐτῶν διαφοραῖς καὶ ταραχαῖς ἀναγκαίως ἐπηκολούθησε κακά, ταῦτα ποιούμενοι πρόφασιν ἐπὶ τοὺς πατρικίους, ἄσπορος γὰρ πλείστη καὶ ἀγεώργητος ἀπελείφθη τῆς χώρας, ἀγορᾶς δ᾽ ἐπεισάκτου παρασκευὴν διὰ τὸν πόλεμον καιρὸς οὐκ ἔδωκεν. [2] ἰσχυρᾶς οὖν ἀπορίας γενομένης, ὁρῶντες οἱ δημαγωγοὶ μήτ᾽ ἀγορὰν ἔχοντα μήτ᾽, εἰ παρῆν ἀγορά, χρημάτων εὐποροῦντα τὸν δῆμον, ἐνέβαλλον λόγους καὶ διαβολὰς κατὰ τῶν πλουσίων, ὡς ἐκεῖνοι τὸν λιμὸν ἐπάγοιεν αὐτοῖς ὑπὸ μνησικακίας.

ἐκ δὲ τῶν Οὐελιτρανῶν ἧκε πρεσβεία τὴν πόλιν παραδιδόντων καὶ δεομένων ἀποίκους ἀποστέλλειν. νόσος γὰρ ἐμπεσοῦσα λοιμώδης αὐτοῖς τοσοῦτον ὄλεθρον καὶ φθορὰν ἀπειργάσατο τῶν ἀνθρώπων ὥστε μόλις τὸ δέκατον τοῦ παντὸς ἀπολειφθῆναι μέρος. [3] ἔδοξεν οὖν τοῖς νοῦν ἔχουσιν εἰς δέον γεγονέναι καὶ κατὰ καιρὸν χρεία τῶν Οὐελιτρανῶν διά τε τὴν ἀπορίαν κουφισμοῦ δεομένοις, καὶ τὴν στάσιν ἅμα σκεδάσειν ἤλπιζον, εἰ τὸ θορυβοῦν μάλιστα καὶ [p. 146] συνεπηρμένον τοῖς δημαγωγοῖς ὥσπερ περίττωμα τῆς πόλεως νοσερὸν καὶ ταραχῶδες ἀποκαθαρθείη. [4] τούτους τε δὴ καταλέγοντες εἰς τὴν ἀποικίαν ἐξέπεμπον οἱ ὕπατοι, καὶ στρατείαν ἐπήγγελλον ἑτέροις ἐπὶ τοὺς Οὐολούσκους, ἀσχολίαν τε τῶν ἐμφυλίων μηχανώμενοι θορύβων, καὶ νομίζοντες ἐν ὅπλοις καὶ στρατοπέδῳ καὶ κοινοῖς ἀγῶσιν αὖθις γενομένους πλουσίους ὁμοῦ καὶ πένητας καὶ δημοτικοὺς καὶ πατρικίους, ἡμερώτερον ἂν διατεθῆναι πρὸς ἀλλήλους καὶ ἥδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: