previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δὲ τῆς πόλεως ἁλούσης καὶ τῶν πλείστων ἐν ἁρπαγαῖς ὄντων καὶ διαφορήσεσι χρημάτων, Μάρκιος ἠγανάκτει καὶ ἐβόα, δεινὸν ἡγούμενος, τοῦ ὑπάτου καὶ τῶν σὺν ἐκείνῳ πολιτῶν τάχα που συμπεπτωκότων τοῖς πολεμίοις καὶ διαμαχομένων, αὐτοὺς χρηματίζεσθαι περιιόντας προφάσει χρηματισμοῦ τὸν κίνδυνον ἀποδιδράσκειν. ἐπεὶ δ᾽ οὐ πολλοὶ προσεῖχον [p. 136] αὐτῷ, τοὺς βουλομένους ἀναλαβὼν ἐβάδιζε τὴν ὁδὸν τὸ στράτευμα προκεχωρηκὸς ᾔσθετο, πολλάκις μὲν ἐποτρύνων τοὺς σὺν αὐτῷ καὶ παρακαλῶν μὴ ἐνδιδόναι, πολλάκις δὲ τοῖς θεοῖς εὐχόμενος μὴ ἀπολειφθῆναι τῆς μάχης, ἀλλ᾽ εἰς καιρὸν ἐλθεῖν ἐν συναγωνιεῖται καὶ συγκινδυνεύσει τοῖς πολίταις.

[2] ἦν δὲ τότε τοῖς Ῥωμαίοις ἔθος εἰς τάξιν καθισταμένοις καὶ μέλλουσι τοὺς θυρεοὺς ἀναλαμβάνειν καὶ περιζώννυσθαι τὴν τήβεννον ἅμα καὶ διαθήκας ἀγράφους γίνεσθαι, τριῶν τεττάρων ἐπακουόντων ὀνομάζοντας τὸν κληρονόμον. [3] ταῦτα δὴ πράττοντας ἤδη τοὺς στρατιώτας Μάρκιος ἐν ὄψει τῶν πολεμίων ὄντων κατελάμβανε, καὶ τὸ μὲν πρῶτον ἐνίους διετάραξεν ὀφθεὶς μετ᾽ ὀλίγων, αἵματος περίπλεως καὶ ἱδρῶτος ἐπεὶ δὲ προσδραμὼν τῷ ὑπάτῳ περιχαρὴς τὴν δεξιὰν ἐνέβαλε καὶ τῆς πόλεως ἀπήγγειλε τὴν ἅλωσιν, δὲ Κομίνιος περιεπτύξατο αὐτὸν καὶ κατησπάσατο, τοῖς μὲν πυθομένοις τὸ γεγενημένον κατόρθωμα, τοῖς δ᾽ εἰκάσασι θάρσος παρέστη, καὶ βοῇ παρεκάλουν ἄγειν καὶ συνάπτειν. [4] δὲ Μάρκιος ἠρώτησε τὸν Κομίνιον πῶς διακεκόσμηται τὰ τῶν πολεμίων ὅπλα καὶ ποῦ τέτακται τὸ μαχιμώτατον. ἐκείνου δὲ φήσαντος οἴεσθαι τὰς κατὰ μέσον σπείρας Ἀντιατῶν εἶναι, πολεμικωτάτων καὶ μηδενὶ φρονήματος ὑφιεμένων, ‘ἀξιῶ σε τοίνυν,’ Μάρκιος ἔφη, ‘καὶ αἰτοῦμαι, κατὰ τούτους τάξον ἡμᾶς τοὺς ἄνδρας.’ ἔδωκεν οὖν ὕπατος, θαυμάσας αὐτοῦ τὸ πρόθυμον.

[5] ὡς δ᾽ ἦσαν ἐμβολαὶ δοράτων, καὶ τοῦ Μαρκίου [p. 138] προεκδραμόντος οὐκ ἀντέσχον οἱ κατὰ στόμα τῶν Οὐολούσκων, ἀλλ᾽ προσέμιξε μέρει τῆς φάλαγγος εὐθὺς διεκέκοπτο, τῶν δ᾽ ἑκατέρωθεν ἐπιστρεφόντων καὶ περιλαμβανόντων τοῖς ὅπλοις τὸν ἄνδρα, δείσας ὕπατος τοὺς κρατίστους τῶν περὶ αὑτὸν ἐξέπεμπεν. [6] ἰσχυρᾶς δὲ περὶ τὸν Μάρκιον μάχης γενομένης καὶ πολλῶν ἐν ὀλίγῳ νεκρῶν πεσόντων, ἐγκείμενοι καὶ καταβιαζόμενοι τοὺς πολεμίους ἐώσαντο, καὶ τρεπόμενοι πρὸς δίωξιν αὐτῶν τὸν Μάρκιον ἠξίουν ὑπό τε καμάτου βαρὺν ὄντα καὶ τραυμάτων ἀναχωρεῖν ἐπὶ τὸ στρατόπεδον. εἰπὼν δ᾽ ἐκεῖνος ὅτι νικώντων οὐκ ἔστι τὸ κάμνειν, ἐφείπετο τοῖς φεύγουσιν. ἡττήθη δὲ καὶ τὸ λοιπὸν στράτευμα, πολλῶν μὲν διαφθαρέντων, πολλῶν δὲ ἁλόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: