Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χρημάτων κατεφρόνησαν καὶ μεγαλοφροσύνην ἐπεδείξαντο ὁρῶντες ἐν πενίᾳ τοὺς πολίτας ὄντας πλουτοῦντες αὐτοὶ ἐν μὲν Κορίνθῳ Θεοκλῆς καὶ Θρασωνίδης ἐν δὲ Μυτιλήνῃ Πρᾶξις. καὶ οὖν καὶ ἄλλοις συνεβούλευον ἐπικουφίσαι τῆς πενίας τὴν ἀνάγκην τοῖς ἀπορουμένοις. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἀλλ᾽ αὐτοί γε τὰ ἑαυτῶν ἀφῆκαν χρέα, καὶ ὤνηντο οὐκ ἐς ἀργύριον, ἀλλ᾽ ἐς αὐτὴν τὴν ψυχήν: οἱ γὰρ μὴ ἀφεθέντες ἐπιθέμενοι τοῖς δανείσασι, προβαλόμενοι τῆς ὀργῆς τὰ ὅπλα καὶ εὐλογωτάτην χρείαν τὴν ἄμαχον ἐκ τῶν ἐπειγόντων ἀνάγκην ἀπέκτειναν τοὺς δανειστάς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.