καὶ Λαέρτης δὲ αὐτουργῶν ὑπὸ τοῦ παιδὸς πεφώραται καὶ φυτὸν ξύων, καίτοι γηράσκων βαθύτατα. ὁμολογεῖ δὲ καὶ Ὀδυσσεὺς αὐτὸς πολλὰ εἰδέναι καὶ τεχνίτης αὐτῶν εἶναι,
καὶ τὴν σχεδίαν δὲ οὐ δεηθεὶς ναυπηγῶν, ἀλλὰ δι᾽ ἑαυτοῦ τὴν ταχίστην εἰργάσατο. καὶ Ἀχιλλεὺς δέ, τρίτος ὢν ἀπὸ τοῦ Διός, αὐτὸς διακόπτει τὰ κρέα, δεῖπνον τοῖς παρὰ τῶν Ἀχαιῶν ἀφικομένοις πρέσβεσιν εὐτρεπίσαι σπεύδων.
δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειεν βροτὸς ἄλλος,
πῦρ᾽ τ᾽ εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσσαι.